II Sam. 5, 6-8.
τυφλοὺς καὶ χωλοὺς αὐτὸν ὑβρίζειν. ὀ δὲ κρατήσας τῆς Ἰερουσαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν. πᾶς γὰρ ὀ τύπτων φησὶν Ἰεβουσαῖον χωλὸν ἢ τυφλὸν ἁπτέσθω έν παραξιφίδι, τουτέστιν
ἀναιρείσθω· εἰ γὰρ καὶ ἐμίσουν τὴν ψυχὴν Δαβίδ, ἀλλὰ φειδοῦς τυγχάνουσι. διὸ ἀξιοῦται τῆς παρὰ πάντων τιμῆς λεγόντων· χωλὸς καὶ τυφλὸς οὐκ εἰσελεύσεται εἰς οἶκον κυρίου, οἱ τὸν Δαβὶδ ὑβρίσαντες, ὠν ἐφείδετο.
Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.