Ι Sam. 21, 5. 6.
γυναικὸς καὶ χθὲς καὶ τρίτην ἡμέραν· τοῦτο γὰρ τὸ φάναι αὐτὸν καὶ τὰ παιδία ἠγνισμένα. εἰ δὲ οὐκ ἠν, πάντως ἠγιάζετο διὰ τοῦ φαγεῖν τὸν ἄρτον τῆς προθέσεως. πεισθεὶς ὀ ἱερεὺς τοῖς εἰρημένοις δίδωσι τῷ Δαβὶδ τῶν ἄρτων, οὓς οὐκ ἐχρῆν ἑτέρους φαγεῖν ἢ μόνους τοὺς ἱερέας. τοῦτο δὲ τῆς προφητείας ἐστὶ τῆς δι᾿ ἔργων
δηλούσης, ὅτι μήποτε ἄλλης οὔσης τῆς βασιλικῆς φυλῆς, τουτέστι τῆς Ἰούδα, καὶ ἄλλης τῆς ἱερατικῆς φυλῆς, λέγω δὴ τῆς ἔμελλον συνάπτεσθαι καὶ ἓν ἀποτελεῖσθαι τό τε ἱερατικὸν ἀξίωμα καὶ τὸ βασιλικὸν ἐν τῇ παρουσίᾳ τοῦ ἐκ Δαβὶδ σωτῆρος ἡμῶν τε ὁ μοῦ καὶ βασιλέως, τοῦ κατὰ τὴν τάξιν Μελχισεδέκ«.
Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.