τοῦ Σαοὺλ προστασσόμενον. »τίνα γὰρ ἀναγάγω;« φησίν· »Σαμουὴλ ἀνάγαγέ μοι«. καὶ ταῦτα λέγεται ὑπὸ τῶν φασκόντων τὴν ταύτην μὴ εἶναι ἀληθῆ· Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ὑπὸ ἐγγαστριμύθου ἀνάγεται ὁ ἐξαίρετος τῶν προφητῶν, ὁ ἀπὸ τῆς γενέσεως ἀναδείμενος τῷ θεῷ, ὁ πρὸ γενέσεως ἐν τῷ ἱερῷ λεγόμενος ἔσεσθαι,
ὁ ἅμα τῷ ἀπογαλακτισθῆναι ἐνδυσάμενος ἐφοὺδ καὶ διπλοΐδα καὶ ἱερεὺς γενόμενος τοῦ κυρίου, ᾡ παιδίῳ ἔτι ὄντι ἔχρημάτισεν ὁ κύριος λαλῶν; Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν τοῖς καταχθονίοις ὁ διαδεξάμενος Ἡλὶ διὰ τὰ τῶν τέκνων ἁμαρτήματα καὶ 175r παρανομήματα καταδικασθέντα ὑπὸ τῆς προνοίας; Σαμουὴλ ἐν ᾅδου,
οὗ ὁ θεὸς ἐπήκουσεν ἐν καιρῷ θερισμοῦ πυρῶν, καὶ ὑετὸν ἔδωκεν ἐλθεῖν ἀπ’ οὐρανοῦ; Σαμουὴλ ἐν ᾅδου ὁ τοιαῦτα παρρησιασάμενος, εἰ ἐπιθύμημά | | τινος ἔλαβεν; οὐκ ἔλαβεν τὸν μόσχον, οὐκ ἔλαβεν τὸν βοῦν, ἔκρινεν καὶ κατεδίκασεν τὸν λαὸν μένων πένης· οὐδέποτε ἐπεθύμησεν 2.492 λαβεῖν τι ἀπὸ τηλικούτου λαοῦ καὶ τοσούτου. Σαμουὴλ
ἴνα τί ἐν ᾅδου; ὁρᾶτε τί ἀκολουθεῖ τῷ Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Μωσῆς ὁ συνεζευγμένος τῷ Σαμουὴλ κατὰ τὸ εἰρημένον· οὐδὲ ἐὰν στῇ Μωσῆς καὶ Σαμουήλ, οὐδὲ ἐκείνων ; Σαμουὴλ ἐν ᾅδου; ἵνα τί μὴ καὶ Ἱερεμίας έν
ᾅδου, πρὸς ὃν εἰρηται· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«; ἐν ᾅδου καὶ Ἡσαΐας, ἐν ᾅδου καὶ Ἱερεμίας, ἐν ᾅδου πάντες οἱ προφῆται, ἐν ᾅδου.
De Engastrimytho (Homilia In I Reg. [I Sam.] 28.3-25). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.