Klagel. Jerem. 3, 1.
ταύτης ἑαλωκυίας. διὸ στοιχειώσεως ἑτέρας κατάρχων, ἐαυτὸν ἀποδύρεται, πτωχείαν ὁρῶν καὶ ἐρημίαν τῆς πόλεως διὰ παιδείαν κυρίου. καὶ αὐτὸς δὲ οὐδὲν ἡττον γέγονεν έν ἐνδείᾳ ἀγαθῶν, ἅμα μὲν ἐν περιστάσει γεγονὼς ἡνίκα τούτους ἐξήλεγχεν, ὥστε λέγειν· »διετέλεσα μυκτηριζόμενος πᾶσαν τὴν ἡμέραν«, ἅμα δὲ καὶ ταῖς τῶν
δεινῶν αὐτῶν κοινωνῶν συμφοραῖς καὶ τῇ ἐκ συμπαθείας φησὶ δὲ καὶ κατὰ τὸν Δαβίδ· »σκιὰ θανάτου ἐπεσκίασέ με«. ὅταν γὰρ δοκῇ 341 πρὸς βραχὺ διδόναι τοῖς πόνοις ἀνακωχήν, αὐθις παλινδρομεῖ διημνεκῆ τιμωρίαν ποιούμενος.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.