Klagel. Jerem. 2, 13.
μηδὲ τὸν πλημμελήσαντα παραπλήσια. τί γὰρ ὅμοιον ἁμάρτημα τοῦ μακρὰν τοῦ θεοῦ καὶ μετὰ τὸ πλησιάζειν ἀφηνιάσαντος; »εἰ« γὰρ »μὴ ἠλθον« φησὶ »καὶ ἐλάλησα αὐτοῖς. ἁμαρτίαν οὐχ εἶχον«. διὸ καὶ »ἐν τοῖς ἐγγίζουσί μοι ἀγιασθήσομαι«· ὅτι ὁ μὴ εἰδὼς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιῶν αὐτό, δαρήσεται ὀλίγας· ὁ δὲ εἰδὼς 1 2 καὶ μὴ ποιῶν αὐτό, δαρήσεται πολλάς<. ; τὸ οὖν τοσοῦτον πάθος, μὴ προφῆται θεραπεῦσαι δεδύνηνται, μόνου δεῖται θεοῦ. διὸ καὶ σάρκα πεφόρηκε, τῶν προφητῶν ὁμολογούντων ἀσθένειαν ἐν τῷ κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ὴμῶν;« ἔλεγε δὲ καὶ πρότερον Ἱερουσαλήμ·
»ἴδετε εἰ ἔστι πάθος κατὰ τὸ πάθος μου«. ὁ τοίνυν παίσας ἰάσεται αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν<. τὸ τίς λαμβάνεται καὶ ἐπὶ τοῦ σπανίου καὶ ἐπὶ τοῦ μηδενός· οὐδεὶς γὰρ ἀνθρώπων ἰάσασθαι δύναται τὴν ὑπὸ θεοῦ ἐπαγομένην πληγήν.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.