Klagel. Jerem. 2, 10.
φόβῳ γὰρ οὐδὲ θρηνεῖν τοῖς πρεσβυτέροις ἐπέτρεπον, καὶ τὰς πρώτας παρθένους εἰς γῆν ὁρᾶν παρεσκεύασαν, μήποτε φανεῖσαι πρὸς βίαν αὐτοὺς ἐκ τοῦ κάλλους, ἐν ᾦπερ ἐπρώτευον, ἐπισπάσωνται. εἴποις δ' ἂν καὶ τοὺς έν ἀρετῇ πάλαι πρεσβεύοντας, δι' ἣν οὕτως ἐλέγοντο, χοϊκοὺς γεγονότας καὶ πάθεσιν ἀλόγοις
ἐνιδρυθέντας κατὰ λόγον ἔτι μηδὲν ἐνεργεῖν καὶ τὸ έν αὐτοῖς ἡγεμονικὸν ἀπογεώσαντας πνεῦμα καὶ πένθους ἀξίαν, ἣν εἶχον πάλαι, σωφροσύνην ποιήσαντας καὶ λογισμοὺς διαφθείραντας, οὓς πρὶν ἀφθόρους δοἐσῳζον.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.