Klagel. Jerem. 2, 3.
ἐξέχει καθὰ τῶν ὑπηκόων οἱ ἄρχοντες. καὶ Δανιὴλ δὲ τὰς βασιλείας ἀπείκασε κέρασιν. δηλοῖ δὲ καὶ τὴν ὑπεροψίαν τοῦ ἡγεμονικοῦ τὸ κέρας, ὡς ἐν τῷ »μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν«. ἀποστρέψας οὐν αὐτοῦ τὴν σῴζουσαν χεῖρα τοῖς πολεμίοις εὐαλώτους ἐποίησεν, οὒς δὴ καὶ φλόγα πάντα δαπανῶσαν ἐκάλεσεν. εἴποις
δ' ἂν καὶ πᾶν ἐξέχον νόημα κέρας, καὶ πῦρ τὰ »πάθη τῆς ἀτιμίας«, οἶς ὁ πλημμελῶν παραδίδοται, πᾶσαν τὴν κυκλοῦσαν ἀπολέσας βοήθειαν κατὰ τὸ » παρεμβαλεῖ ἄγγελος κυρίου κὐκλῳ τῶν φοβουμένων αὐτόν‘.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.