Klagel. Jerem. 1, 19.
θείαν πρόνοιαν εἰς ἔχθραν μετέβαλον. ὃ δὴ πολλάκις ἐπὶ ἔρωτος γίνεται τρεπομένου πρὸς μῖσος· λέγει γὰρ περὶ μὲν Σαμαρείας· »καὶ ἐξεπόρνευσεν ἡ Ὅλλα ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς τοὺς Ἀσσυρίους‘ «, καὶ μετ' ὀλίγα· »διὰ τοῦτο παρέδωκεν αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων( λέγει δὲ
καὶ περὶ τῆς Ἰερουσαλήμ· »καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀλίβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς, καὶ ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο«.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.