Klagel. Jerem. 1, 17.
ἀνὰ μέσον δὲ λέγει ἢ τῆς Σιὼν καὶ τοῦ Ἰακώβ, ἢ ὅλου μὲν τοῦ ὄρους μέση ἐν μέρει γὰρ αὐτοῦ ῴκοδόμηται), ὅλου δὲ τοῦ λαοῦ, νῦν τοῦτο σημαίνοντος Ἰακώβ, τὰ δυοκαίδεκα σκῆπτρα. διχῶς δὲ κατὰ λέξιν ἔστι λαβεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ, ἢ τοὺς τόπους ἢ τοὺς οἰκήτορας. ἀλλ' εἰ μὲν τόπος ἡ Σιών,
χεῖρας αὐτῆς τὰ ἔργα, οἶον γεωργία καὶ εἴ τι χειροποίητον, φησὶ διαπεπετασμένας καὶ οὐ συνεστραμμένας ούδὲ τὸ πρέπον ἔργον χερσὶ ποιουμένας, ὡς ἐν ἀργῷ καὶ ἐρήμῳ τῇ χώρᾳ. εἰ δὲ τοὺς ἐνοικοῦντας λέγει, χεῖρες ἂν εἶεν γεωργοὶ καὶ ἐργάται, μὴ συστέλλοντες εἰς ἔργα τὰς χεῖρας διὰ τὰ περιστάντα. εἰ δὲ τῆς Σιὼν χεῖρες τροπολογοῦνται,
πόσῳ μᾶλλον 334 τά κατὰ τὴν γραφὴν μέλη τοῦ θεοῦ. καὶ αὐτὸ δὲ τὸ ὅρος, ὡς εἰπεὶν, μετὰ τοῦ ἔθνους στενάζει οὐκ ἔχον εἰς παραμυθίαν οὐ θεόν, οὐχ ἅγιον ἄνδρα.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.