Klagel. Jerem. 1, 16.
δι' ὡν ἐξημάρτανον· εὐσεβούντων γὰρ ἡμῶν οὐκ ἰσχύει, ἀσθενεῖ γὰρ προκοπτόντων καὶ νεκροῦται τελειουμένων μένων καὶ ὑπὸ τοὺς πόδας 1 2 συντρίβεται Λεπτυνόμενος ὡς χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ὡς πηλὸς πλατειῶν λεπτυνόμνος<. ἀναλόγως γὰρ ὧν ἁμαρτάνομεν τρέφεται καὶ δύναμιν ἵσχει, τοῦ δὲ πλημμελεῖν πεπαυμένων οἱονεὶ λιμῷ διαφθείρεται. ἐκ δὲ τῶν ἐναντίων τὰς θείας δυνάμεις εὖ μὲν
πράττοντες ἡμῖν αὐτοῖς ἐνισχύομεν καὶ διώκομεν ἁμαρτάνοντες. διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ ἠφανισμένοι ἐξέδωκεν ἕρημοι. λέγοι δ' ἂν ταῦτα ψυχὴ θεωρητικὴ τυγχάνουσα τοῦ τοῦ τῆς ἀληθείας καὶ διὰ ῥᾳθυμίαν τὸν εὐφραίνοντα τοῦτον ἀπολέσασα λόγον καὶ πάντας τοὺς καρπούς, υἱοὺς αὐτῆς χρηματίζοντας, διὰ τὸ κατ
αὐτῆς ἐχθρὰν τὴν κακίαν δεδυναμῶσθαι.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.