Klagel. Jerem. 1, 15.
αὐτοῦ ἐν ληνῷ πατήσαντος εἰς πλησμονὴν ἐμοὶ καὶ τῇ παρθένῳ τοῦ βασιλικωτάτου Ἰούδα. λέγοι δ' ἂν ἰσχυροὺς μὲν τοὺς δυνα- τοὺς ἐν πολέμῳ καὶ τῆς πατρίδος ὑπερασπίζοντας, ἐκλεκτοὺς δὲ τοὺς εὐγενεῖς ἢ σοφούς. σαφηνίζει δὲ τὸ ληνὸν ἐπάτησεν τὸ περὶ τῆς τῶν ἁμαρτωλῶν τιμωρίας ἐν Ψαλμοῖς εἰρημένον· »ποτήριον ἐν
χειρὶ κυρίου, ἀκράτου ἀκράτου πλῆρες κεράσματος«, κλινόμενον ἐκ τοῦδέ τινος τοῦ κολαζομένου ἐπὶ τόνδε τὸν κολαζόμενον, ἕως πίωσι »πάντες οἱ ἁμαρτωμοὶ τῆς γῆς«, τῆς τρυγὸς ὑπολειπομένης τοῖς ἀμαρτω- 1 2 λοτέροις ἔτι τούτων ὑπάρχουσιν, εἰς οὕς τελευταίους »ὁ τρυγίας« ἐκκενωθήσεται.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.