Klagel. Jerem. 1, 10.
τοῖς Ἰσραηλίταις εἰσελθεῖν θέμις, μόνων ἀξιωθέντων τῶν ἱερέων ἐν ἐκείνῳ μετὰ τῶν οὐ τυχόντων ἁγνισμῶν γίνεσθαι τῷ χωρίῳ. ἔφθασαν δὲ οἱ πολέμιοι καὶ μέχρι τῶν ἀβάτων εἰσελθόντες εἰς τόπον ὅν μόγις >μετὰ πολλῆς ἁγιστείας ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ δἰσῄει<.
βοηθείας ἐγκαταλελειμμένην , ἐκτείνας αὑτὸν διὰ τῆς εἰς τὰ μοχθηρὰ δραστηρίου δυνάμεως αὐτοῦ, ἐξέσπασε τοῦ ἡγεμονικοῦ καὶ ἔρημον τῶν καλῶν καταλέλοιπε τὴν ἀποστᾶσαν θεοῦ ψυχήν. καὶ ἔθνη δὲ κατὰ τὸν τόπον ἀλληγορητέον τὸν ὅχλον τῶν κακιῶν, εἰσελθόντα εἰς τὸ δημιουργηθὲν ἡγεμονικὸν ἐπὶ τῷ εἶναι θεοῦ χωρητικὸν καὶ ἀληθὲς
ἁγίασμα τοῦ βουλομένου νῷ καθαρῷ ἐπαναπαύεσθαι. ἅπερ ἕθνη ἀπαγορεύει ὁ θεὸς παντελῶς εἰσιέναι εἰς τὴν ἐκκλησίαν· τί γὰρ ἂν ἄλλο κυριώτερον ἀπαγορεύεσθαι νομίζοιμεν ἀπὸ θεοῦ εἰσέρχεσθαι εἰς ψυχὴν ἀριθμουμένην ἐν ἐκκλησίᾳ θεοῦ ἢ τὰ ἔργα καὶ τὸ φρόνημα τῆς σαρκός, ἀληθῶς ἔθνη ἐχθρὰ ὄντα τοῦ θεοῦ; <ἡ γὰρ σὰρξ στρατεύεται
κατὰ τοῦ πνεύματος<, >τοῦ φρονήματος τῆς σαρκὸς ἔχθρας σὔσης εἰς θεόν<· »τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται«.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.