Klagel. Jerem. 1, 9.
τάχα οὐκ δηλοῖ ὂτι κωλυτική ἐστι τῆς πορείας αὐτῆς ὴ ἀκαθαρσία. ἀλλὰ καὶ τοιάδε τις οὖσα δηλοῖ ὄτι Ἱερυσαλήμ τῶν τῶν ἐσχάτων αὐτῆς οὐκ ἐμνημόνευσεν. ταῦτα δὲ ὁ ἔχων πρὸ ὀφθαλμῶν καὶ ὁρῶν τί διὰ τὰ ἁμαρτήματα ἀπαντήσεται, οὐχ ἁμαρτήσεται. διὰ ταύτην τοίνυν τὴν ἀκαθαρσίαν ἐμπόδιον αὐτῇ· καὶ διὰ τὸ μὴ μνημονεύειν
αὐτὴν τῶν ἐσχάτων αὐτῆς, τὰ θαυμαστὰ αὐτῆς καὶ τὰ μεγάλα, ἅτινα εἶχεν ὅτε ἀξία τοῦ ἐπισκοπεῖσθαι ἐτύγχανε, κατεβίβασε καὶ εἰς ταπεινότητα ἤνεγκε, πρότερον ὑπέρογκα ὄντα καὶ μείζονα παντὸς ἐπαίνου. ἀλλὰ καὶ μετὰ ταῦτα πάντα οὐκ ἦν ὁ παραμυθούμενος τὴν τὰ μέγιστα τὴν τὰ μέγιστα αὐτῆς
κατανόησον τὴν ἐμοῦ τοῦ λέγοντος ταπείνωσιν, κύριε, ἐπειδήπερ ὁ ἐχθρὸς ἐπὶ τοῖς γενομένοις τῇ πατρίδι μου μεγαλύνεται.
τὰ πρῶτα νοήματα τοῦ Θρήνου. ἡ τοιάδε ψυχὴ ἐκπεσοῦσα πάντως καὶ ἐν ἀΚαθαρσίᾳ ἐστίν, ἥτις ἀκαθαρσία κωλύει τὴν ἁγίαν ὀδὸν ὁδεύειν. καὶ ὥσπερ τὰ ὑποδήματα κελεύεται ὑπὸ θεοῦ ὑπολύσασθαι ἁγίῳ τόπῳ ἐπιβαίνων ὁ ἱερὸς Μωσῆς καὶ ὁ διάδοχος αὐτοῦ Ἰησοῦς, οὐ καθήκοντος περικεῖσθαι νεκρὰν δορὰν έν ἱερῷ τόπῳ τοὺς πόδας,
οὕτως εἰ μέλλοι τις ὁδεύειν ἀνεμποδίστως, τάχα οὐ μόνον ὑπολύσα- σθαι, ἀλλὰ καὶ ἀποπλύνασθαι ὀφείλει τὴν ἀκαθαρσίαν τὴν γενομένην ἀπὸ τοῦ χοῦ περὶ τοὺς πόδας. καὶ οἰόμεεθά γε τούτου σύμβολον 1 2 εἶναι τὸ τὸν σωτῆρα βαλόντα ὕδωρ εἰς τὸν νιπτῆρα πεπλυκέναι τοὺς πόδας τῶν μαθητῶν, λέγοντα τῷ μηδέπω συνιέντι τὸ μυστή- ριον καὶ διὰ τοῦτο κωλύοντι Πέτρῳ· »ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ‘ «, καὶ »ὄ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ 329
μετὰ ταῦτα«. οὐκοῦν δεήσει τας περὶ τούς, ἲν’ εἴπω, πόδας τῆς ψυχῆς ἀκαθαρσίαν καὶ] δεηθῆναι τοῦ Ἰησοῦ, ὃπως αὐτὴν ἀποπλύνῃ καὶ δυνηθῶμεν μέρος ἕχειν μετ’ αὐτοῦ. εἰ γὰρ παραμένοι αὒτη, ἐμπόδιόν ἐστι τὴν κατὰ τὸν ὑγιῆ λόγον ἡμᾶς βαδίζειν ὁδόν, τὸν σωτῆρα τὸν εἰπόντα· »ἐγώ εἰμι ἡ ὁδός«.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.