Klagel. Jerem. 1, 7.
μιμνῃσκεται, ἀλλὰ τοῦ παρεληλυθότος.
ἐπιφερόμενα αὐτῇ συμβεβηκέναι, ἐπισκοποῦμεν μὴ ἄρα ἡ κυρίως ταπείνωσις οὐκ ἄλλη τίς έστιν τῆς ἁμαρτίας, ὥσπερ ὕψωσις ἡ κατόρθωσις, καὶ ἀπωσμὸς οὐδενὸς ἐνεργοῦντος γίνεται ἢ τῆς μοχθηρᾶς πράξεως · ἱκανὴ γὰρ αὕτη ἀπώσασθαι ἀπὸ θεοῦ καὶ παντὸς τοῦ κατὰ φύσιν καλλίστου. ὅτε τοίνυν μεθύουσα ἡ Ἱερουσαλήμ,
τουτέστιν οἱ κατοικοῦντες αὐτήν, καὶ ἐξεστηκυῖα ἀπὸ τῆς ἁμαρτίας ἐταπεινοῦτο, οὐκ ἐφήσθη τοῖς πταίσμασιν· ὅτε δὲ αἱ ἀνταποδόσεις αὐτῆς ἐληλύθασι διὰ τοῦ τὸν λαὸν αὐτῆς πεπτωκέναι εἰς χεῖρας 1 2 τοῦ θλίβοντος, οὐδενὸς αὐτῇ βοηθοῦντος, τότε ὑπεμνήσθη τῶν δι’ ἃ ἔπασχεν, αἵτια ἐκεῖνα καταλαμβάνουσα εἶναι τοῦ τε πεπτωκέναι τὸν λαὸν αὐτῆς καὶ τοῦ ἀβοήθητον αὐτὴν καταλελεῖφθαι.
δὲ εἰ μὴ τὰ ἐν τῇ ἐπιστημονικῇ ψυχῇ θεωρήματα ὁ λαός ἐστι τῆς Ἱερουσαλήμ, ὅστις παρὰ τὸ ἐν ἀπροσεξίᾳ καὶ ἀμελείᾳ γεγονέναι τὴν ψυχὴν πίπτει καταβαλλόμενος ὑπὸ παντὸς τοῦ θλίβοντος. ἀπορρεῖ γὰρ τὰ δόγματα τῶν ἀμελούντων , ἐκθλιβόμενα ὑπὸ τῶν χώραν ἰσχόντων ἁμαρτημάτων παρὰ τῷ τῶν κρειττόνων ἀμελοῦντι , οὐδαμῶς
ἴσχοντα τὴν ἐκ λόγου βοήθειαν.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.