Klagel. Jerem. 4, 22.
τὴν δίκην ὁ θεός, οὐ προστίθησιν), ἤγουν εἰ πρὸς δευτέραν ὡς μὴ γενησομένην ἅλωσιν εἴρηται, πῶς ἡ μετ’ ἐκείνην ὑπὸ Ῥωμαίων ἐγένετο; μήποτε τοίνυν περὶ τῆς ἐσχάτης ὁ λόγος τῆς γεγονυίας διὰ Χριστόν, μεθ’ ἣν οὐ γέγονεν ἑτέρα. καὶ πᾶς Ἰσραὴλ σωθήσεται μετὰ τὸ πλήρωμα τῶν < τὴν ἀνομίαν ἀπολιπών· μεθ’ ὃ λοιπὸν
ἡ συντέλεια, καὶ τῶν γηΐνων ἡ κόλασις, ἐκδεχομένης τῆς κρίσεως. ῥηθείη δ’ ἂν καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος, ἥτις ἐστὶ θυγάτηρ τῆς πάλαι συναγωγῆς »ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ«, ἐξέλιπε δὲ ταύτης ἡ ἀνομία διὰ τοῦ θείου βαπτίσματος), ἣν οὐκέτι τοῖς ἐχθροῖς παραδίδωσιν ὁ φήσας· »ὧδε κατοικήσω, ὅτι ᾗρετισάμην
αὐτήν« καὶ τὸ »ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ὅτε καὶ τὴν ἀσέβειαν ἐστηλίτευσε τῶν φρονούντων τὰ γήϊνα.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.