Klagel. Jerem. 4, 12.
τὴν τῶν οἰκητόρων ἰσχύν, 348 μάλιστα δὲ διὰ τὸν ἀεὶ τῆς πόλεως ὑπερησπικότα θεόν. καίτοι πρὸ τοῦ Ναβουχοδονόσορ εἰσελθὼν ὁ Αἰγύπτιος πολλάκις ἔλαβε τοὺς θησαυροὺς ἐκ τοῦ οἴκου κυρίου, ἀλλ’ οὐ πορθήσας τὴν πόλιν· οὐ γὰρ ἄγαν ἔθλιβεν, εἰ καὶ ὑπῆρχεν ἐχθρός, πρὸς τὸ μηδὲ ἀπεμφαῖνον εἶναι καὶ δὶς καὶ τρὶς τὸ παράδοξον γενέσθαι.
λέγοι δ’ ἂν βασιλεῖς τῆς γῆς καὶ τοὺς δαίμονας τοὺς τῶν χοϊκῶν βασιλεύσαντας, περὶ ὡν εἴρηται· »παρέστησαν πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες αὐτῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. περὶ ὡν οἴτινές εἰσιν ἐδήλωσε τὸ »εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης
ἐσταύρωσαν« καὶ τὸ »ἴνα γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ«· ᾤοντο γὰρ μὴ παραδίδοσθαι τὴν Ἱερουσαλὴμ εἰς τέλος, μέχρι τοῦ ἔθνους τούτου τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν οἰόμενοι, μηδὲν εἰδότες περὶ Χριστοῦ.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.