Jerem. 51, 32—35.
λύει γὰρ καὶ τὰς μοχθηρὰς τῶν ἀπίστων οἰκοδομάς ὡς ἀρχιτέκτων »τῆς σκηνῆς τῆς ἀληθινῆς ἥν ἐπηξεν αὐτὸν καὶ οὐκ ἄνθρωπος«, περὶ ἧς φησιν ὁ παῦλος· »θεοῦ οἰκοδομή ἐστε«. καὶ ὡς γεωργὸς ἐκτίλας τὸ μὴ ποιοῦν καρπόν (»πᾶσα« γὰρ »φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται«), καταφυτεύει >ἄμπελον καρποφόρον<,
οὐ κατὰ τὴν >εἰς πικρίαν μεταστραφεῖσαν καὶ ἀλλοτρίαν<, ἥν ἐκκόπτει ἵνα πάλιν αὐτῆν >ἀληθινὴν< ἀπεργάσηται καὶ >θεοῦ γεώργιον<, οὕτω > τῆς ἐξ Αἰγύπτου< >καθεῖλε τὸν φραγμὸν< κατὰ τὸν Δαβίδ, Ὑπὲρ ἧς εὔχεται· »ἐπίβλεψον ἐξ οὐρανου, καὶ ἐπίσκεφαι τὴν ἄμπελον ταύτην«. καὶ οὗτοι τοίνυν ἐπ᾿ ὠφελείᾳ παιδεύονται· »ὃν γὰρ ἀγαπᾷ
κύριος παιδεύει«. »τίς« γὰρ »ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;« »ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται«. διὰ τοῦτο γὰρ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, τοὺς φρονοῦντας τὰ γήϊνα.
Fragmenta In Jeremiam (In Catenis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.