Jerem. 31, 26—28.
τῶν πόλεων, ταύτας ἀφέντες ἐν πέτραις ᾢκουν παρακειμέναις ταἰς φάραυξιν, μιμούμενοι περιστερὰς κατὰ τὴν ἀσέλγειαν καὶ κατὰ τὴν ἄνοιαν. ἐμφωλεύουσι γὰρ ἔσθ᾿ ὅτε τόποις, ἐξ ὧν οἱ 1 2 βουλόμενοι ῥᾳδίως ἀφαιροῦνται τοὺς νεοττούς. ἀσελγὴς δὲ καὶ ὁμαλιῶτελούμενος τῷ Βεελφεγὸρ καὶ ἄνους ὁ τοῖς ἀνωφελέσι καὶ ματαίοις εἰδώλοις προσκείμενος· ὁποῖος ἦν ὁ Μωάβ. »εἶπε« γὰρ »ἄφρων ἐνκαρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός«, ἢ καθόλου ἄθεος ὢν ἢ τὸν ὄντως
ὄντα θεὸν μηδὲ εἶναι παντελῶς λογιζόμενος.
Fragmenta In Jeremiam (In Catenis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.