Jerem. 28, 21–24.
λελυμένος, γυνή· καὶ 319 πρεσβύτης μὲν ὁ >πεπαλαιμωένος κακῶν ἠμερῶν<· νεανίσκοι δέ, περὶ ὧν Ἡσαΐας φησί· »πεινάσουσι νεώτγτεριο, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται«· καὶ τοὐναντίον· »οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάζουσιν ἰσχύν, πτερο- 1 2 φυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν«. τοὺς ἐκλεκτοὺς δὲ νῦν ἐν κακίᾳ φησίν, ὁποῖόν ἐστι τὸ »καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά«· κατ᾿ ἀρετήν τε ὄντες ἐκλεκτοὶ ὑπὸ τοῦ Ναβουχοδονόσορ καταπίνονται. ἔσξε δὲ καὶ παρθένους, τὰς μὲν Ἑστιακάς,
τὰς δὲ Πυθίας, τὰς δὲ ἄλλας. καὶ ψυχὴ δὲ μὴ δεξαμένη τὸν θεῖον σπόρον, παρθένος ἐστὶν αὐτῷ. ἔχει δὲ καὶ ποιμένας κακῇ διδασκαλίᾳ τοὺς ἑπομένους παιδεύοντας· ἀλλὰ καὶ γεωργοὺς τοὺς >τὰ ζιζάνια< σπείροντας, καὶ γεωργοῦντας >ἀκάνθας τε καὶ τριβόλους<, τὰς βιωτικὰς ἐν ἀνθρώποις μερίμνας. ἔχει καὶ ἠγεμόνας ἐν κακίᾳ
καὶ ἄρχοντας, καὶ μάλιστα >πρὸς οὓς ἠμῖν ἐστιν ἠ πάλη, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας<, τούτοις οὖν πᾶσιν ὁ θεὸς ἀποδίδωσιν ἐνώπιον τῶν ἔναγχος εἰρηκότων· >δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ μεγαλεῖα τοῦ θεοῦ<.
Fragmenta In Jeremiam (In Catenis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.