Jerem. 24, 1— 3.
χοϊκοῦ< (τῷ γὰρ ἡμαρτηκότι λέλεκται· »γῆ εἶ«), ἄλλον ἔχοντα ποταμοὺς ἐν αὐτῷ >ἁλλομένους εἰς ζωὴν αἰώνιον<, ἐὰν ἔχῃ λόγους ποτιμωτάτους ὃν ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ<. καὶ κατὰ μέρος εὑρήσεις τὸν μὲν ἥλιον, τὸν δὲ σελήνην λεγόμενον καὶ ἀστέρας, ἐπεὶ
»οὕτως ἡ ἀνάστασις τῶν νεκρῶν«.
αὐτῷ, ἡ δὲ πονηρία κακὸν αὐτὸν καὶ ἄβρωτον ἀπεργάζεται. ἀλλ᾿ ἐὰν μὲν σῦκα ζητῇ τις μὴ λίαν χρηστά, ἔξω ζητεῖ ταῦτα τῶν τῆς θεοσεβείας μυσστηρίων καὶ τοῦ ναοὺ τοῦ θεοῦ, ὤσπερ οὖν καὶ τὰ μὴ λίαν πονηρά. ἐὰν γὰρ ἔλθῃ ἐπὶ τῆν μαθητείαν αὐτήν, πρὸ προσώπου ναοῦ κυρίου ἐστὶ σὐκα ρηστὰ λίαν (αἷα ποιεῖν 1 2 οἶδε Χριστὸς) ἢ πονηρά· οὐδὲ γὰρ τὸ ἔξω πονηρὸν σῦκον ἐξέβαλε τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω. περὶ τὸν ναὸν τοίνυν τοῦ θεοῦ καὶ τὰ θεῖα δόγματα δύο κ άλαθοι κεῖνται. καὶ οἶδεν ὁ ἐκλεγόμενος, πῶς ἕκαστον κατατάσσει, μὴ ἀνεχόμενος πονηροῦ σύκου
ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χηστοῖς (»μικρὰ«γὰρ »ζύμη ὅλον τὸ φύραμα ζυμοῖ«) οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέεννά ἐστι τοῦ αἰωνόυ πυρός, ὁ δὲ τῶν χρηστῶν ἡ βασιλεία τῶν οὐρανῶν.
χρηστῶν σύκων· ἐὰν δὲ τοὺς ἐκ περιτομῆς μετὰ τὴν αἰχμαλωσίαν ταύτην θεάσοιο, τῶν πονηρῶν ὄψει καὶ ἀβρώτων σύκων τὸν κάλαθον. οὐκ ἀρεκῖ δὲ χηρστὰ λίαν εἶναι τὰ σῦκα, ἀλλὰ καὶ τοῖς πρωΐμοις ὡμοιῶσθαι προσήκει· ὄψιμον γὰρ σῦκον οὐκ ἔστιν ᾧ παραβάλλεται ὁ σῳζόμενος.
Fragmenta In Jeremiam (In Catenis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.