Jerem. 23, 23. 24.
καὶ »ἐν αὐτῷ ζῶμεν καὶ 302 κινούμεθα καὶ ἐσμέν«, ὡς ὁ Παῦλος πρὸς Ἀθηναίους ἔφη. τοιοῦτον καὶ τὸ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος; τῇ δυνάμει γὰρ αὐτοῦ πᾶσιν ἐγγίζει. καὶ εὐχαὶ ἄρα οὐχ ὡς πρὸς πόρρω ὄντα γίγνονται τὸν θεόν. καὶ περὶ τοῦ υἱοῦ δὲ λέγεται· »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ
κόσμος δι᾿ αὐτοῦ ἐγένετο«. αὐτὸς γὰρ ὁ καὶ λέγων· θεὸς ἐγγίζων ἐγώ εἰμι· καὶ γὰρ ἔφησεν· »ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν«, ὁ καὶ λέγων· »ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«.
Fragmenta In Jeremiam (In Catenis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.