Zu Joh. 12, 49 f.
ἢ ταὐτόν ἐστιν ἐκ παραλλήλου εἰρημένον. παραθήσεις οὖν τὰ ῥήματα ἐν οἷς ἀναγέγραπται τὸ »Εἶπε«, καὶ συνεξετάσεις ἐκείνοις περὶ ὧν εἴρηται τὸ »Ἐλάλησα«. εἰ δὲ συμβάλλεταί τι εἰς τὴν περὶ τούτων ἐξέτασιν τὸ δι᾿ ὅλης τῆς κοσμοποιΐας οὐ λελαληκέναι μὲν θεόν, ἀναγεγράφθαι δὲ περὶ αὐτοῦ τὸ »Εἶπε«, καὶ αὐτὸς ἐπιστήσεις πρὸς τὸ
ἐν τῷ Λευιτικῷ συνεχῶς εἰρημένον· »Καὶ ἐλάλησε κύριος πρὸς Μωϋ- »σῆν λέγων«. καὶ ὅρα εἰ δύνασαι ἐν μὲν τῷ εἰπεῖν τὸ προστακτικὸν ἀπὸ αὐθεντείας φάσκειν σημαίνεσθαι, ἐν ἐν τῷ »Ἐλάλησε« τὸ διδασκαλικόν.
οὗ ζητήσαι τις ἂν διὰ τί μὴ λέλεκται ὅτι ζωὴν αἰώνιον περιποιεῖ ἡ ἐντολὴ τοῦ θεοῦ, ἀλλ᾿ ὅτι αὐτή ἐστι καθ᾿ ὑπόστασιν ἡ αἰώνιος ζωή, ὡς καὶ τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν. ἔστιν οὖν ἡ αἰώνιος ζωὴ ἑκάτερον αὐτῶν. εἰ μέντοι ἡ ἐντολὴ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν, ἐστὶ δὲ ἐν τῷ δικαίῳ ἡ
ἐντολὴ τοῦ θεοῦ, τῷ ζῶντι μακαρίως δι᾿ αὐτήν, αἱρετή ἐστιν ἡ ζωή.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.