Zu Joh. 13, 44.
δεύτερον ὁδῷ παραγίνεται· τοῦτο γάρ ἐστι τὸ ὑπὲρ τὸ πιστεύειν, ὅπερ ἐστὶ θεωρεῖν τὸν λόγον, καὶ ἐν τῷ θεωρεῖν τὸν λόγον θεωρεῖν τὸν πατέρα. φθάνει δὲ τὸ μὲν πιστεύειν καὶ ἐπὶ τὸ πλῆθος τῶν προσερχομένων τῇ θεοσεβείᾳ, τὸ δὲ θεωρεῖν τὸν λόγον καὶ ἐν αὐτῷ τὸν πατέρα κατανοεῖν οὐκέτι ἐπὶ πάντας τοὺς πιστεύοντας
ἀλλ᾿ ἐπὶ μόνους τοὺς καθαροὺς τῇ καρδίᾳ. οὕτως δὲ ἀκούω καὶ τοῦ »Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα( οὐ γὰρ ὁ προσβάλλων τὴν ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατικὴν δύναμιν τῷ τοῦ Ἰησοῦ τῷ] τε] σώματι ἑώρακε τὸν πατέρα καὶ θεὸν αὐτοῦ. οἶμαι δὲ ὅτι καὶ ἐδεῖτο χρόνου καὶ συνασκήσεως ἵν᾿ οὕτως ἔδῃ τὸν Ἰησοῦν, καὶ
ὁρῶν τὸν υἱὸν θεωρήσῃ καὶ τὸν πατέρα. διόπερ εἰπόντι τῷ Φιλίππῳ· »Δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν« εἶπεν ὁ Ἰησοῦς· »Τοσούτῳ χρόνῳ μεθ᾿ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς »ἐμὲ ἑώρακε τὸν πατέρα«. πρόσχες δὲ εἰ δύνασαι τῇ διαφορᾷ τοῦ πιστεύειν καὶ τοῦ θεωρεῖν ἐνιδὼν συνεῖναι καὶ τὴν αἰτίαν δι’ ἣν
οὔτε ὁμοίως τῷ »Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ᾿ εἰς »τὸν πέμψαντά με« εἴρηται τὸ »Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ- »ψαντά με« οὔτε παραπλησίως τῷ »Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ- 1 2 3 XCIII. Ι ℵ] 9 λέγ 4 5 »ψαντά με« λέλεκται τὸ »Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ’ εἰς τὸν πέμψαντά με«. πιστεύων μὲν γὰρ εἰς τὸν υἱὸν οὐκ εἰς τὸν υἱὸν ἀλλ’ εἰς τὸν πατέρα τῶν ὅλων πιστεύει θεόν. θεωρῶν δέ τις τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν ἀλήθειαν οὐχὶ θεωρεῖ
ταύτην μόνην ἀλλὰ καὶ πατέρα. οἶμαι δὲ ὅτι εἰς παράστασιν τοῦ μέγα εἶναι τὸ δηλούμενον μυστήριον, πρῶτον μὲν ἐν τῷ πιστεύειν εἰς τὸν υἱόν, δεύτερον δὲ ἐν τῷ θεωρεῖν αὐτόν, λέλεκται πρὸ τοῦ »Ὁ πιστεύων εἰς ἐμὲ καὶ θεωρῶν ἐμέ‘ τὸ »Ἰησοῦς δὲ ἔκραξε καὶ »εἶπε«· μεγάλη γὰρ ἡ περὶ τούτων ἠν μυστικὴ φωνή. ὅτι δὲ δυνατὸν
πιστεύειν τῇ θεωρίᾳ καὶ μὴ θεωρεῖν αὐτῇ δῆλον ποιήσει ὁ εὐαγγελιστὴς λέγων· »Ἔλεγεν ὁ Ἰησοῦς πρὸς τοὺς πειστευκότας »αὐτῷ Ἰουδαίους· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς«. πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς πεπιστευκόσι λέγει ὡς μηδέπω ἐπεγνωκόσι τὴν ἀλήθειαν
ἀλλὰ μόνον αὐτῇ πεπιστευκόσι τὸ »Ἐὰν μείνητε έν τῷ λόγῳ »τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν«.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.