Zu Joh. 12, 31 ff.
εγωνσμένων ἐγίνετο ἐν οἷς ὁ κόσμος κρίνεσθαι ἔμελλε, διὰ τοῦτο λέλεκται τὸ »Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου«, ὡσανεὶ ὡσανεὶ ἔλεγεν· καιρὸς ἀναδείξεως τῶν κρινούντων τὸν κόσμον· ἢ ἐπεὶ τῷ καιρῷ τοῦ σωτηρίου πάθους ἔμελλεν ὁ τύραννος καθαιρεθήσεσθαι, λέλεκται τὸ Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται« ἢ τάχα κατὰ τὸ ἐξώτερον
σκοτος.
ὀλίγον διάλυσιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος οὐ συνίεσαν οὐδὲ ἐξηκρίβουν. τὴν δὲ αἰτίαν αὐτοὺς ἔδει εἰδέναι ὅτι δύο προφητευομένων Χριστοῦ ἐπιδημιῶν, τὴν μὲν ἐνδοξοτέραν καὶ ἐπὶ συντελείᾳ ἐσομένην τοῦ αἰῶνος ὁ ὄχλος τῶν Ἰουδαίων ἤλπιζε, τὴν δὲ πρὸ αὐτῆς οὐ πάνυ τι συνίει. διὸ καταλείπεται ὁ οἶκος αὐτῶν.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.