Zu Joh. 12, 27.
τοῦ σωτῆρος ψυχὴ ἀνθρωπίνως ἐταράττετο, οὐ τὸν θάνατον δειλιῶσα, εἰ καὶ τοῦτο ἀνθρώπινον, ἀλλὰ τὸ μὴ ἡττηθῆναι. ἐνεδίδου γὰρ αὐτῇ ὁ χρωτὸς καὶ πάσχειν ἔσθ᾿ ὅτε τὰ ἴδια, καὶ ἐπείπερ ἔμελλε τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου γίνεσθαι, δαὶ τοῦτο περὶ τούτων ἐλυπεῖτο αὐτοῦ ἡ ψυχὴ καὶ ἐταράττετο, οὐχ ὡς ἄν τις
νομίσειεν ὑπὸ τῆς ταραχῆς κατακρατούμενος ἀλλ’ ἀκαριαίως· τοῦτο γὰρ σημαίνει τὸ νῦν· ἅμα γὰρ τῷ ἄρξασθαι καὶ ἐπαύσατο, καὶ ὡς ἔπος εἰπεῖν σημεῖον ἠν χρόνου. ὅρα δὲ μήποτε καὶ αὐτὸς πρὸς τὰς στρατευομένας κατ᾿ αὐτοῦ· δυνάμεις πονηρὰς ἀγῶνα εὔχεται γενέσθαι οὐκ ἐν παρατάσει χρόνου ἀλλ᾿ ἐν τῷ νῦν, ὃ τῇ Ἰησοῦ ψυχῇ ἤρκει
πρὸς τὸ νικηθῆναι πᾶσαν τὴν δύναμιν τοῦ πονηροῦ.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.