Zu Joh. 11, 4.
οἱ μὴ ὑπὸ θεοῦ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πεφωτισμένοι. οὐ πάντως δὲ οἱ μὴ πεφωτισμένοι κοιμῶνται εἰς θάνατον, ἀλλὰ τῶν ἐνδεχομένων ἐστί * * καὶ διὰ τοῦτό φησιν ὁ ψαλμῳδός· »Φώτισον τοὺς »ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον( καὶ πρόσεχε ἐπιμελῶς τῷ »Μήποτε«. εἶπε τοίνυν τοῖς μαθηταῖς παρρησίᾳ, τὸ πρῶτον
γὰρ ἐν παροιμίαις εἴρηκεν· »Λάζαρος κεκοίμηται«, »Καὶ χαίρω δι’ »ὑμᾶς ὅτι οὐκ ἤμην ἐκεῖ‘· εἰ γὰρ ἠν ἐκεῖ οὐκ ἂν τεθνήκει Λάζαρος· ἀδύνατον γὰρ ἀποθανεῖν τινα παρόντος Ἰησοῦ. ἵνα δὲ ἀναστῇ ἐκ νεκρῶν ὁ ἀποθανών, ἐλθεῖν δεῖ τὸν Ἰησοῦν πρὸς τὸν ἀποθανόντα.
νεκρῶν δεδεμένον καὶ ἀφιέναι αὐτὸν ὑπάγειν κατὰ τὴν τοῦ Ἰησοῦ κέλευσιν· φησὶ δὲ ὁ Θωμᾶς· »Ἄγωμεν ἴνα συναποθάνωμεν αὐτῷ‘. ἀναγνοὺς ὁ Θωμᾶς τὰς περὶ τοῦ σωτῆρος προφητείας· εἰκὸς δὲ ὅτι καὶ ἠκηκόει λείπεσθαι οἰκονομίαν τῷ υἱῷ τοῦ θεοῦ τὴν περὶ ψυχῶν, ἣν ἔμελλε ποιεῖν καταβὰς εἰς τὸ χωρίον αὐτῶν ἵνα τοῖς ἐν φυλακῇ
πνεύμασι κηρύξῃ, πορευθεὶς πρὸς αὐτά, ἀπειθήσασί ποτε. ἀκούσας ὅτι »Πορεύομαι ἕνα ἐξυπνίσω αὐτὸν« ᾤετο οὐκ ἄλλως ἂν ἐξυπνισθήσεσθαι καὶ ἐκ νεκρῶν ἀναστήσεσθαι τὸν Λάζαρον ἢ τοῦ Ἰησοῦ καταβάντος εἰς τὸ τῶν ψυχῶν χωρίον. τὰ δὲ καὶ τοῦ σωτῆρος εἰπόντος· »Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿
»ἐμοῦ« καὶ τὰ ὅμοια, εἶτα ὡς γνήσιος αὐτοῦ μαθητής, κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ’ ἂν ἀπίῃ, ἐβούλετο αὐτῷ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα. μήποτε δὲ καὶ τοῦτο ἠπίστατο ὅτι οὐκ ἄλλως ἔσται συζῆσαι τῷ Ἰησοῦ μὴ συναποθανόντα αὐτῶ, καθὰ καὶ Παῦλος δοκεῖ. οἱ δὲ μὴ βουλόμενοι διὰ
τοῦτο αὐτὸν λέγειν φήσουσιν ὅτι ὑποπτεύων τὸν ἐσόμενον φθόνον τῶν Ἰουδαίων ἐκ τοῦ ἀναστῆναι τὸν Λάζαρον καὶ τὸν ἑπόμενον κίνδυνον τοῦτο αὐτὸν αὐτὸν εἰρηκέναι. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα. ὁ τέταρτος ἀριθμὸς ὑλικός τις καὶ σωματικὸς ὢν κακωτικός ἐστιν, ἐπεὶ τὰ γενικὰ σώματα τέσσαρά ἐστιν·
ὅθεν οἱ δουλούμενοι καὶ οἱ κακούμενοι τέσσαρσιν ἑκατοντάσιν ἐτῶν πάσχουσι κατὰ τὸ εἰρημένον· Κακώσουσιν αὐτοὺς καὶ ταπεινώ- »σουσιν αὐτοὺς ἴτη τετρακόσια( τάχα δὲ κατὰ τοῦτο εἰς καθαίρεσιν τῶν τῇ φύσει τοῦ σώματος ἀκολουθησάντων ἁμαρτημάτων τεσσαράχοντα νηστεύει Μωσῆς ἡμέρας, ὁμοίας δὲ καὶ Ἡλίας, καὶ ὑπὲρ τῶν
ἡμέτέρων ἁμαρτημάτων ὁ σωτήρ. καὶ νῦν οὐν ἐλθὼν ὁ Ἰησοῦς 5 6 7 εὗρε τὸν Λάζαρον τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ, ὅπερ ἐστὶ νεκρῶν οἰκητήριον· ἁμαρτωλοῖς γὰρ οἱ τάφοι οἰκίαι εἰσίν, ὅθεν καὶ οἱ δαιμονιζόμενοι ὡς ἐπὶ οἰκεῖον τόπον εἰς τὰ μνημεῖα καταφεύγουσιν· οἵτινες ὅσον μὲν ἔνδον εἰσίν, οὐδεὶς ἰσχύει διὰ τῆς
ὁδοῦ ἐκείνης ἀπελθεῖν, ὅταν δὲ ἐξέλθωσι τὴν γυμνότητα ἀποτιθέμενοι, ἱματισμῷ κοσμοῦνται καὶ σωφρονοῦσι, καὶ τοῖς ποσὶ τοῦ Ἰησοῦ παρακαθέζονται. ὁ δὲ Ἰησοῦς έν καινῷ τίθεται μνμμείῳ καὶ καθαρᾷ εἰλίσσεται σινδόνι, καὶ οὐ φθάνει ἐπὶ τῶν τεσσάρων ἡμερῶν ὢν ἐν νεκροῖς. διὸ καὶ »ἐν νεκροῖς ἐλεύθερος« ἦν, κοὶ έν ἐλευθέρῳ
καὶ ἁγίῳ ἀριθμῶ̣ τῷ τρία ἐγείρεται. ἐν ᾧ καὶ ἁγιάζει ἡμᾶς τῷ λουτρῷ τοῦ ὕδατος, εἰπὼν δεῖν βαπτίζεσθαι ἡμᾶς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.