Zu Joh. 10, 39.
κατὰ Χριστιανισμὸν λόγον λόγον τὸ ἀνατρέψαι καὶ ἀνελεῖν αὐτόν οὗτοι νῦν λέγοιντ᾿ ἂν ζητοῦντες πιάσαι τὸν Ἰησοῦν. ἀλλ᾿ ἐπεὶ »Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία« καὶ »Δοκιμαζομένη ἡ ἐν τῷ λόγῳ δύναμις ἐλέγχει τοὺς ἄφρονας«, διὰ τοῦτο ἐξέρχεται, ὅτε δοκεῖ τοῖς κρατοῦσιν εἶναι ἐν τῇ χειρὶ αὐτῶν ὁ τῆς ἀληθείας λόγος,
καὶ ἔξω γίνεται τῆς χειρὸς αὐτῶν, οὐ δυναμένων αὐτὸν κατασχεῖν. 1 2 3 4 διόπερ ὅτε καὶ δοκοῦσιν ἀνατρέπειν οὐ τὸ ἀληθὲς ἀνατρέπουσιν, οὐ γὰρ συνίασιν αὐτοί. ἐξελθὼν δὲ ἐκ τῆς χειρὸς αὐτῶν ἔρχεται παρὰ τῷ ποταμῷ Ἰορδάνῃ, ὃς ἑρμηνεύεται , ἔνθα οἱ οὐρανοὶ ἀνοιγόμενοι μαρτυροῦσι τῷ λόγω̣ ὅτι »Οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ,
»εἰς ὃν εὐδόκησεν ὁ πατήρ‘. κἂν πέραν δέ τις τυγχάνῃ τοῦ ποταμοῦ. ἀλλ’ ἐγγίσας αὐτῷ εὑρήσει τὸν Ἰησοῦν τὸ βέλτιον Ἰωάννου βαπτίζοντα. Ἰωάννης μὲν γὰρ τὸ αἰσθητὸν πρῶτον ἐβάπτισεν βάπτισμα, Ἰησοῦς δὲ τὸ νοητόν, εἴ γε ἐν πνεύματι ἁγίῳ ἐβάτιζεν καὶ πυρί, μᾶλλον τοῦ ὀφθέντος ἐπὶ τῆς βάτου πυρὸς μὴ κατακαίοντι. πρόσχες δὲ
ἐπιμελῶς τῷ »Ὅπου ἠν Ἰωάννης τὸ πρῶτον βαπτίζων« ἀνμφιβόλως εἰρημένῳ καὶ ἀμφότερα ἰδὼν τὰ σημαινόμενα ἀπὸ τῆς λέξεως κρῖνον ὁπότερον χρὴ αὐτῶν παραδέξασθαι· πρῶτον ἐβάπτιζεν Ἰωάννης πέραν τοῦ Ἰορδάνου· δεύτερον δὲ ἐν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ. ἀπῆλθεν οὖν ὁ Ἰησοῦς πέραν τοῦ Ἰορδάνου ἔνθα πρότερον ἐβάπτισεν
Ἰωάννης τοῦ βαπτίσματος οὗ ἐβάπτιζεν ἐν Αἰνών· ἢ καὶ οὕτως· τὸ μὲν πρῶτον βάπτισμα Ἰωάννης ἐβάπτισε πέραν τοῦ Ἰορδάνου, τὸ δὲ δεύτερον Ἰησοῦς ὁ χριστὸς ἐβάπτισεν ὅπου τὸ πρῶτον βάπτισμα δοὺς Ἰωάννης ἐβάπτισε. δοκεῖ δέ μοι τὸ δεύτερον ἔχειν λόγον μᾶλλον παρὰ τὸ πρότερον. εἴποι δ᾿ ἄν τις καὶ περὶ τῆς προτέρας τοιαῦτα·
τὸ πρῶτον βάπτισμα πέραν τοῦ Ἰορδάνου δίδωσιν Ἰωάννης, ὃ ἑρμηνεύεται , τὸ δὲ δεύτερον έν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ. Αἰνὼν δὲ ἑρμηνεύεται Ὀφθαλμὸς < καὶ Σαλὴμ Αὐτὸς ὁ . ἤδη οὐν διορατικώτεροι εἰσὶν οἱ τὸ δεύτερον λαμβάνοντες λύτρον, καὶ ἀπὸ πολλῆς βασάνου καὶ πόνου κτησάμενοι τὸν τῆς
ψυχῆς ὀφθαλμόν. καὶ ἔπρεπέ γε τὸ πρῶτον εἶναι βάπτισμα παρὰ καταβάσει, τὸ δὲ δεύτερον παρὰ ἀναβαίνοντι.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.