Zu Joh. 10, 31.
πάλιν οὖν τὸ βάρος τῶν δυσφήμων βαστάσαντες λόγων τρόπον ἀφιεμένων ἐπ᾿ αὐτὸν λίθων ὥρμησαν ἐπὶ τὸ Μάσαι αὐτὸν τῇ κακολογίᾳ. διὰ τοῦτό φησιν ἡ σοφία· »Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει«. βάλλειν γὰρ λίθον εἰς ὕφος λέγεται ὁ ἀδικίαν εἰς ὕψος λαλῶν. εὑρήσεις δὲ ἐν τῇ θείᾳ γραφῇ μίγμα τοῦ ὡσὰν
ἱστορικοῦ πρὸς τὸ γυμναστικόν, καὶ μάλιστα παρὰ Ἰωάννῃ. τήρει γὰρ ἐν τῇ πρὸς τὴν Σαμαρεῖτιν διαλέξει πῶς τὸ μὲν »Ἐκαθέζετο ἐπὶ πηγῆς ὁ Ἰησοῦς« ἀπαγγελία ἐστὶν ὡς περὶ σωματικῆς τπηγῆς καὶ σώματος αἰσθητοῦ· οὐκέτι δὲ δυνατὸν περὶ τοῦ σωματικοῦ ποτοῦ ἀκούειν ὅτε »Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν
»δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτη- σας αὐτὸν καὶ ἔδωκέ σοι ὕδωρ ζῶν«. καὶ τὰ παραπλήσια· Πολλὰ »ἔργα ἔδειξα ὑμῖν· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;« εἴ τις ἐπανελθὼν συναγάγοι ἀπὸ τῆς ἀρχῆς τοῦ εὐαγγελίου τὰ ἔργα Ἰησοῦ, ἀναγαγὼν αὐτὰ ἐπὶ τὰς πνευματικὰς ἐργασίας, οὗτος μάλιστα ὄψεται
ποῖα πολλὰ ἔργα ἔδειξε τοῖς βαστάσασι λίθους, ἵνα λιθάσωσι τὸν Ιησοῦν· οἷον ἔν τῶν καλῶν ἔργων ἠν τὸ ἐν Κανὰ σημεῖον, ὅτε ὑστέρησεν ὁ πρότερος οἶνος διὰ τὸ »Ὀ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου, τὸ καλόν οἴνου εὐπορηκέναι ἡμᾶς, οἷς συνανάκειται Ἰησοῦς. καὶ αὕτη γε ἀρχὴ τῶν σημείων ἐστὶν αὐτοῦ έν τῇ κλήσει τοῦ ἀπὸ
τῶν Μνῶν λαοῦ· ἐπεὶ καὶ γέγραπται· Ταύτην τὴν ἀρχὴν τῶν ση- 1 2 3 »μείων ἐποίησεν ὁ Ἰησοῦς«. τὸ δὲ ἑξῆς τούτῳ τὸ τὸν οἶκον τοῦ αὐτοῦ, οἶκον ἐμπορίου γενόμενον, ἀποκαταστῆσαι εἰς τὸ πάλιν γενέσθαι οἶκον τοῦ πατρὸς αὐτοῦ. καὶ τί με δεῖ λέγειν ὅσα πεποίηκεν ἔργα καλὰ ἐκ τοῦ πατρὸς αὐτοῦ;
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.