Zu Joh. 9, 31.
οἱ ἁμαρτωλοὶ λέγειν· »Ἄφες ἡμὶν τὰ παραπτώματα ἡμῶν, »ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν«; τίνων οὖν ἀκούει θεός; τῶν νευόντων εἰς μετάνοιαν , κἂν μήπω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ σωτὴρ ἡμῶν ἤσθιεν καὶ ἔπινεν. ἀλλὰ μὴ ἐπακουομένων
τῶν διὰ τὸ κακῶς ἔχειν χρῃζόντων ἰατρῶν, οὐκ ἂν ἐθεράπευσεν αὐτούς.]] διόπερ ὡς ἀνυοήσης τῆς εὐχῆς τῶν ἡμαρτηκότων μὲν οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ » Ἐὰν ἐνομίας »παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται;« ἴσως δὲ οὐ περὶ οὑ 1 2 3 4 5 ἔτυχεν ἐν τῇ εὐχῇ τοῦ ἁμαρτωλοῦ, ἀλλὰ περὶ τῶν τηλικούτων ἔργων φησίν, ὁποῖα ἦν τὰ τοῦ Ἰησοῦ ἔργα. περὶ γὰρ τῶν τοιούτων ἔργων ἀξιούμενος ὁ θεὸς ὑπὸ ἁμαρτωλῶν οὐκ ἀκούει.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.