Zu Job. 1, 8.
»φῶς«· ὥστε εἰ καὶ φῶς ἦν Ἰωάννης, κατὰ τὸ εἰρημένον τοῖς »Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου«· ἀλλ᾿ οὐκ ἐκεῖνο τὸ φῶς τὸ ἀληθινόν. φῶς δὲ ἀληθινὸν οὐ πρὸς ἀντιδιαστολὴν ψεύδους ἀλλὰ πρὸς διαφορὰν εἰκονικοῦ εἵρηται. ἡ γὰρ ἀλήθεια καὶ τὸ ἀληθὲς ὁτέ μὲν τῷ ψεύδει καὶ τῇ ἀπάτῃ, ὁτὲ δὲ εἰκόνι καὶ μιμήματι ἀντιδιαστέλλεται.
δυνατὸν δὲ λαβεῖν εἰκονικὸν φῶς τὸ αἰσθητόν, καὶ μάλιστα τὸν ἣλιον, ἀληθινὸν δὲ φῶς τὸ νοητόν· μᾶλλον δὲ τὸ τῶν νοητῶν φωτιστικόν, τῶν ἁγίων δυνάμεων. ὅπερ ἡγοῦμαι εἰρῆσθαι ὑπὸ τῆς γραφῆς· Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνω- »θέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων«. τὸ θεολογούμενον
γὰρ φῶς ἦν »τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον »ἐρχόμενον εἰς τὸν κόσμον«. ἀλλ᾿ ἐπεὶ τὸ Ἐρχόμενον εἰς τὸν »κόσμον« ἀμφιβόλως εἴρηται, δυνάμενον σημαίνειν ὁτὲ μὲν τὸ φῶς, ὁτὲ δὲ τὸν ἄνθρωπον, ἑκατέρως αὐτὸ ἐρμηνευτέον. καὶ πρῶτόν γε δεκτέον τὸ φῶς ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον κατὰ
τὸν ἐπιδημίας καιρόν, τὸν ἄνθρωπον ὄντα ἐν τῷ κόσμῳ, ὡς εἴρηται, τὸ φῶς ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τῷ φωτίσαι τὸν ἄνθρωπον. εἶτα τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα τὸν ἐρχόμενον εἰς τὸν κόσμον ἄνθρωπον.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.