Zu Joh. 4, 12.
ὑψηλότερον τέως φανταζομένης, τοῦτο μὲν ἀποθησυρίζει τῇ σιωπῇ, διὰ δὲ ῥημάτων ἑτέρων οὐδὲν μὲν ἡττον τοῦτο κατασκευάζειν δυναμένων, λεαίνειν δὲ τὴν ἀκοήν , ἐπιτηδειοτέραν τὴν γνώμην παριστᾷ. οὐδὲ γὰρ τὴν σύγκρισιν καὶ τὴν ἐν δόξῃ διαφορὰν αὐτὸς ἐπάγει, ἀλλὰ παραπέμπει τὸ γύναιον ἐκ τῶν ῥηθησομένων τῆς ὑπεροχῆς
τὴν ὑπερβολὴν συλλογίσασθαι. καὶ γὰρ ἐκ τούτου, φησί, τοῦ ὕδατος ὁ πίνων »διψήσει πάλιν· ὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὑ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα«. καὶ ὅρα τὸ σοφὸν τῶν λόγων καὶ τὴν δύναμιν. τὸ μὲν ὅτι »Διψήσει πάλιν‘ εἰπεν οὐ δεόμενον κατασκευῆς ἀλλαχόθεν· αὐτόκλητον γὰρ εἶχε τὴν
γυναῖκα μάρτυρα· τὸ δὲ »Οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα« τῷ μεγέθει τῆς ἐπαγγελίας † εἰσέφερεν αὐτὴν τῆς ὑποσχέσεως διανιστῶν. δι᾿ ἀμφοῖν δὲ πρὸς ἐπίστασιν ἄγων θειοτέρας ὑπολήψεως, μονονουχὶ λέγων Εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ ἐξ οὐ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν
ἐπαναστρέφει δίψαν, τίνα ἄν σε λογίσασθαι χρὴ ὃς ὕδωρ παρασχεῖν ἐστὶ δυνατὸς οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραΰνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴ χρηματίσαι ὕδατος ἀεννάου, καὶ παρέχειν ῥεπῖθρα σωτηρίας, ἃ τοῖς ἀρυσαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν < ὥσπερ γὰρ· τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν καθαίρει
δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ οὐράνια τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἐᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυπασμάτων, ἣν ἁμαρτημάτων κατερρύπωσεν μολυσμὸς καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξασμάτων.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.