Zu Joh. 3, 1.
καὶ ὥσπερ ἀλήθειαν ἐπιφέρων τῆς γνώσεως τῆς περὶ διδασκάλου ἑξῆς λέγει· »Οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ἐργάζῃ, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾿ αὐτοῦ«. ὅθεν τὴν πρόσοδον αὐτοῦ νυκτὸς γενομένην ἀκολούθως ἀνέγραψεν ὁ εὐαγγελιστής, προσελθόντος ἐν τοιούτῳ καιρῷ ἐν ᾡ λήσειν ἔμελλε τοὺς πολλοὺς Φαρισαίους ὧν
εἷς ὑπῆρχε. μᾶλλον δ᾿, ὅπερ ἐστὶν ἀναντίρρητον, διὰ τοῦτο νυκτὸς προσελήλυθεν, ἐπείπερ ἄγνοιαν ἔχων τὴν περὶ θεοῦ ᾧ προσήρχετο οὔπω πεφώτιστο. οὐ γὰρ ἀνατετάλκει αὐτῷ ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ ποιητικὸς τῆς νοητῆς ἡμέρας, ἧς καὶ ὁ Ἀβραὰμ ἔρωτα 1 2 3 4 5 λαβὼν παρεσκεύαστο πρὸς τὸ ἰδεῖν αὐτήν, καὶ θεασάμενος ἐχάρη. Φαρισαῖοι δὲ ἄνθρωποί εἰσι τὴν προύχουσαν ἐν Ἰουδαϊσμῷ τάξιν καὶ αἵρεσιν μετερχόμενοι, εὔτονον βίον ἐπαγγελλόμενοι καὶ τοῦ νόμου καὶ τῶν προφητῶν ἀκρίβειαν. διὸ καὶ ὡς ἐπίπαν θρασεῖς εἰσὶ καὶ ὑπερήφανοι. ὅθεν καὶ ταύτην ἔσχον τὴν ὀνομασίαν. Φαρὲς γὰρ παρ᾿
Εβραίοις Ὁ . ἐπεὶ οὐν καὶ οὑτοι διαιροῦσιν ἑαυτοὺς ἀπὸ Παντὸς ἔθνους τῶν Ἰουδαίων , ὡς ὑπερβάλλοντες φρονήσει καὶ βίῳ, ἀπὸ τοῦ Φαρὲς θέλουσι χρηματίζειν.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.