Zu Joh. 1, 50.
ἐκ τοῦ ἀκολουθεῖν Ἰησοῦ, ὄντι θεοῦ λόγῳ καὶ θεοῦ σοφίᾳ, θηρευτικὸς γέγονε τῶν διδομένων ὑπὸ θεοῦ ψυχῶν τοῖς δυναμένοις αὐτὰς ὠφελεῖν. >δόμα γὰρ κυρίου< ἑρμηνεύεται Ναθαναήλ. τούτῳ τῷ δοθέντι αὐτῷ μαθητῇ οὐκ εὐθὺς τὰ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ ἀνακοινοῦται, ἀλλὰ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ λέγων,
Ὅν ἀναγινώσκομεν κοινῇ πάντες οἱ Ἑβραῖοι ἐλευσόμενον ἐν τοῖς γράμμασιν Μωσέως καὶ τῶν προφητῶν εὑρήκαμεν , Ἰησοῦν τὸν γεννηθέντα ἐκ τῆς παρθένου ἄνευ καταβολῆς σπέρματος ἀνδρός, ὅστις υἱὸς τοῦ Ἰωσὴφ τοῦ μνηστευσαμένου τὴν Μαρίαν χρηματίζει, ἔχων τὴν γένεσιν ἐκ Ναζαρὲτ τοπικῶς. πόλις γὰρ ἡ Ναζαρὲτ τῆς παρθένου.
ταῦτα παραλαβὼν. ὁ μαθητὴς Ναθαναὴλ παρὰ Φιλίππου, ἤδη διδασκάλου αὐτοῦ γεγενημένου, λέγει πρὸς τὸν διδάξαντα· Εἰ ἐκ τῆς Ναζαρέτ ἐστι τὸ εὑρεθέν, ἀγθόν ἐστι; πρὸς ὃν εὐθέως ὁ Φίλιππος εἰς αὐτὴν τὴν αὐτοψίαν τοῦ πράγματος καλῶν· · »Ἔρχου »καὶ ἴδε«, οὐ βουλόμενος ἀεὶ τὸν μαθητὴν φωνῶν ἀκροατὴν ὑπάρχειν
ἀλλὰ θεωρὸν τῆς ἀληθείας εἶναι, μετὰ τὴν τῶν λόγων ἀκρόασιν ἐπὶ θεωρίαν σπεύδοντα. τὸν Ναθαναὴλ ἰδὼν ὁ Ἰησοῦς οὐ μόνον κατὰ τὸ βαδίζειν ἀλλὰ καὶ κατὰ προκοπὴν ἐρχόμενον πρὸς τὴν θεωρίαν , μαρτυρεῖ περὶ αὐτοῦ οὕτως προθυμουμένου ἡ γραφή] 1 2 3 4 5 πρὸς τὴν τῆς ἀληθείας νόησιν· καὶ φησι τοῖς συνοῦσι· Τοῦτον τὸν ἐρχόμενον ὁρᾶτε; οὐ μόνον αἰσθητῶς καὶ κατὰ σάρκα Ἰσραηλίτης ἐστίν , ἀλλὰ καὶ κατὰ πνεῦμα καὶ νόησιν. νοῦν γὰρ ἔχει θεωροῦντα θεόν· ἐστὶ γὰρ Ἰcραηλίτης ἀληθῶς καὶ οὐ ψευδωνύμως, ἐπεὶ παντὸς
δόλου καθαρεύων ἀληθείας φίλος ὑπάρχει.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.