Zu Joh. 1, 43.
ἐξεληλυθότος εἰς τὴν Γαλιλαίαν καὶ εὑρόντος τὸν Φίλιππον. τούτῳ τῷ εὑρεθέντι ὑπὸ ἀνδρέου Φιλίππῳ λέγει ὁ Ἰησοῦς· »Ἀκο- »λούθει μοι«. ἔστι δὲ τὸ ἀκολουθεῖν τῷ Ἰησοῦ τὸ ἕπεσθαι λόγῳ, 1 2 σοφίᾳ, δικαιοςύνῃ, πράττοντα καὶ φρονοῦντα ὀρθῶς. μεταλαμβάνεται δὲ ἡ Βηθσαϊδὰ Ἑλλάδι φωνῇ εἰς τὸ >Οἶκος θηρευτῶν<, οἷς [ὁ] Ἰησοῦς εἶπεν· »Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀν- »θρώπων«. περὶ τῶν τοιούτων θηρευτῶν ὡς ἐκ θεοῦ πεμπομένων
ἐν τῷ Ἱερεμίᾳ προφητεία φέρεται ἐκ προσώπου τοῦ θεοῦ ἔχουσα οὕτως· »Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς πολλοὺς θηρευτὰς οἳ »θηρεύσουσιν ὑμᾶς«.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.