Zu Joh. 1, 18.
μὲν τῶν σωμάτων τὸ δὲ τῶν ἀσωμάτων ἐστὶν ἀντικληπτικόν. διὸ καὶ τὰ ὑποκείμενα τῷ νῷ καὶ τὰ ὑπὸ τούτου θεωρούμενα ἀόρατά φαμεν, οὐ τῷ μὴ ὁρᾶσθαι ἀλλὰ τῷ μὴ πεφυκέναι βλέπεσθαι. οὐδὲν 1 2 γὰρ τῶν σωμάτων ἀόρατον, κἂν ἔζω ποτὲ τυγχάνον τῆς ὄψεως μὴ ὁρᾶται. οὐ γὰρ τὸ μὴ ὁρᾶσθαι σημαίνει τὸ ἀόρατον, ἀλλὰ τὸ μὴ πεφυκέναι πρὸς τοῦτο. διὸ οὐδὲ ἀντιστρέφει πρὸς ἑαυτὸ τὸ μὴ ὁρᾶσθαι καὶ τὸ ἀνόρατον. τῷ μὲν γὰρ ἀοράτῳ ἀκολουθεῖ τὸ μὴ
ὁρᾶσθαι τὸ ἀόρατον. πολλὰ γὰρ τῶν σωμάτων, καίτοι ὄντα ὁρατά, οὐχ ὁρᾶται, ἤτοι σκεπαζόμενα ἢ τῷ μὴ εἶναι ἔνθα ταῦτα τυγχάνει. ταύτης τῆς διαστολῆς ὀρθῶς ἐχούσης ἐκλαμβάνειν δεῖ τὸ εἰρημένον ὡς περὶ ἀοράτου. οὐδὲ γὰρ αἱ ἀνωτάτω δυνάμεις θεὸν ὁρῶσιν, οὐ διὰ τὴν σφῶν ἀσθένειαν ἀλλὰ διὰ τὴν τοῦ θεοῦ ἀσωματότητα. ἀλλ
οὐδὲ νῷ ὁρατός ἐστιν ἁπλῶς, ἀλλὰ τῷ πάσης ἀγνοίας καὶ κακίας καὶ ὕλης ἀπηλλαγμένῳ. »Μακάριοι, γάρ φησιν, οἱ καθαροὶ τῇ καρδίᾳ, »ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται«. καρδίαν δὲ τὸν νοῦν ὀνομάζει. ὅστις καθαρὸς τῷ εἰρημένῳ τρόπῳ γεγονὼς τελειωθεὶς κατ᾿ ἀρετὴν προσβάλλει θεῷ καθ’ ὃ ἐφικτόν. τούτων οὕτως ἐχόντων ὁ νοῦς
ὁ ἔτι ὑποκείμενος γενέσει, καὶ διὰ τοῦτο καὶ χρόνῳ, οὐχ ὁρᾷ τὸν θεὸν ὡς διὸ διὸ οὐ καθάπαξ εἴρηκεν· »Θεὸν οὐδεὶς ἑώρακεν«, ἀλλὰ μετὰ προσθήκης τῆς »Πώποτε«, σημαινούσης χρονικόν τι, ἵν᾿ ᾖ τὸ λεγόμενον τοιοῦτον· ὅσον χρόνον τὸ »Πώποτε« δύναται λέγεσθαι, ὡς σημαῖνόν τι ὑποκείμενον, ὁ νοῦς ἐμπέπραται τῇ ἐνύλῳ ςωῇ.
διὸ ἰδεῖν τὸν θεὸν οὐ δύναται κατὰ προσβολὴν νοήσεως. καὶ ἡμεῖς μὲν ἐκ τῶν περὶ αὐτοῦ θεολογουμένων ἐννοιῶν καὶ ὡν ἔχομεν ἀμυδρῶς αὐτὸν νοοῦμεν ὡς οἶόν τε· αὐτὸς δὲ ὁ θεὸς οὐ διά τινος τοιούτου ἀλλ’ οἰκειότητι τῇ πρὸς ἑαυτὸν νόησιν ἔχει περὶ ἑαυτοῦ, αὐτὸς ὢν καὶ ἡ νόησις καὶ τὸ νοούμενον. διὸ μ·όνος ἐπίσταται
αὐτὸν ὁ υἱὸς ὑπὸ τοῦ πατρὸς νοούμενος καὶ νοῶν τὸν πατέρα.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.