Zu Joh. 3, 11.
ἀπαριθμησάμενος τὰ τοῦ πνεύματος χαρίσματα ἐπήνεγκεν· Ταῦτα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται«. ἀλλὰ καὶ τὸ »Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν‘ ἐν ταῖς Πράξεσιν εἰρημένον· καὶ πάλιν Νηστευόντων, γὰρ φησιν, καὶ λειτουργούν- »των τῷ κυρίῳ εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι τὸν Παῦλον
καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς«. ὁ δὲ προφήτης Ἄγαβός φησι »Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τοῦ ἀνδρός, »οὑ ἐστιν ἡ ζώνη αὕτη, δήσουσι« καὶ τὰ ἑξῆς.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.