Zu Joh. 1, 23.
τῆς ψυχῆς τὸ ὄμμα τοῦ θέλοντος φωτίζεσθαι, οὕτω καὶ φωνὴ βοῶντος. »βοῶντα« λέγει τὸν λόγον· φωνὴν δὲ τὸν Ἰωάννην. ἀνάγκη δὲ πρὸ τοῦ λόγου φωνὴν γίνεσθαι. ἔργον δὲ φωνῆς σαφηνίζειν τὸ σημαινόμενον. ἔρημον δὲ λέγει τὴν ἀπεστερημένην ψυχὴν τῆς θείας διδασκαλίας. τί δὲ προστάσσει ἡ τοῦ βοῶντος φωνὴ ταῖς ἐρήμοις
ψυχαῖς; »εὐθεῖαν ποιήσατε τὴν ὁδὸν τοῦ κυρίου« πρὸς ὑποδοχήν.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.