Zu Joh. 1, 16.
κτώμεθα, τὸ δὲ ἐκ θεοῦ, πιστεύσαντες γοῦν τῷ σωτῆρι καὶ τῷ πατρὶ αὐτοῦ ὡς ἐνεδέχετο ἐκ τοῦ ἐφ᾿ ἡμῖν γενέσθαι. λείπεται ἡμῖν καὶ τὸ ἐκ θεοῦ αἰτεῖν, καθὼς καὶ οἱ μαθηταὶ Ἰησοῦ φασὶν αὐτῶ̣· »Πρόσθες ἡμῖν πίστιν«. ἡ γὰρ λέζις ἡ »Πρόσθες« σημαίνει ἀπαιτεῖν αὐτοὺς θεοδώρητον πίστιν πρὸς ᾐ εἶχον προαιρετικῶς.
ἀμέλει καὶ ὁ Παῦλος γράφων φησί· »Κατ᾿ ἀναλογίαν πί- στεως‘ τῆς ἐνούσης ἐκ τοῦ ἐφ’ ἡμῖν τὰς δωρεὰς τοῦ πνεύματος δίδοσθαι· »Ἑτέρῳ δίδοται πίστις, φησίν, ἐν τῷ αὐτῷ πνεύματι«. εἰ δὲ πίστις δίδοταί τινι κατὰ ἀναλογίαν ἧς ἔχει πίστεως, φανερὸν ὅτι τῇ ἐφ’ ἡμῖν κατορθωθείσῃ ἡ θεόπεμπτος παραγίνεται πίστις.
ἅπερ δὲ περὶ πίστεως ἔρηται, λεκτέον καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. ἐπεὶ οὖν ἡ ἀρετὴ χάρις ἐστὶ κεχαριτωμένον ποιοῦσα τὸν ἔχοντα, 1 2 3 ὅταν ἡμῖν προαιρετικῶς κατορθωθῇ αὐτή, τηνικαῦτα τὸ ἐκ θεοῦ παραγίνεται, καὶ τοῦτό ἐστι τὸ δίδοσθαι παρὰ θεοῦ χάριν ἀντὶ χάριτος.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.