Zu Joh. 14, 3.
τῶν ἀγαθῶν ὡν κατὰ πρόγνωσιν ηὐτρέπισεν ὁ πατήρ, ὥστε τοὺς εὐ κοὶ κατὰ πᾶσαν βιοῦντας ἀκρίβειαν ἐνδιαιτᾶσθαι τοῖς ετοιμασθεῖσι καλοῖς διηνεκῶς, οὐ χρεία ὥστε ὑμῖν εὐτρεπισθῆναι παρ’ ἐμοῦ, ἀλλ᾿ ὥστε ὑμᾶς τὴν προσήκουσαν ἐπιδείξασθαι γνώμην. πλὴν ἀλλ’ ἐγὼ τούτων ὑμῖν ἑτοιμαστὴς καὶ πρόξενος γίνομαι. τί γὰρ τὸ »Πάλιν
1 2 3 4 5 6 »ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν;« ἐπειδὰν γάρ, φησί, τῆς εἰς οὐρανοὺς ἀνόδου παρασχῶ ὑμῖν καὶ τῆς τῶν ὁμοίων ἀπολαύσεως τὴν ἀφορμήν, ὥστε φανῆναι τὸν καταστάντα τούτων αἴτιον ὑμῖν, αὐτὸς ἐλεύσομαι πάλιν, (λέγει δὲ τὴν ἐξ οὐρανῶν δευτέραν αὐτοῦ
παρουσίαν,) καὶ λαβὼν ὑμᾶς ἀνελεύσομαι εἰς τοὺς οὐρανούς, ὅπου καὶ αὐτός εἰμι, ὥστε καὶ ὑμᾶς ἔχειν μεθ᾿ ἑαυτοῦ τῶν αὐτῶν ἀπολαύοντας ἐμοί. »Εἰ γὰρ ὑπομένομεν , ὁ Παῦλος φησίν, καὶ συμβασι- »λεύσομεν«.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.