ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
»πρὸς τὸν θεόν«.
»λόγος κυρίου« ἐγενήθη πρὸς Ὠσηέ, καὶ ὁ λόγος ἐστὶν ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ πάλιν »ὁ λόγος πρὸς Ἱερεμίαν περὶ »τῆς ἀβροχίας«, ἐπισκοπητέον, ἵν’ ὡς παρακείμενον εὑρεθῆναι δυνηθῇ, πῶς »ὁ λόγος ἦν πρὸς τὸν θεόν«.
λόγου γενομένου πρὸς αὐτούς. μήποτε δέ, ὥς ξαμεν τόνδε τινὰ πρὸς τόνδε γίνεσθαι, οὕτως ὁ νῦν θεολογούμενος »υἱὸς λόγος« ἐγενήθη πρὸς Ὠσηέ, ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς πρὸς αὐτόν· κατὰ μὲν τὴν ἱστορίαν πρὸς τὸν υἱὸν τοῦ Βεηρεί, προφήτην Ὠσηέ, κατὰ δὲ μυστικὸν λόγον πρὸς τὸν σωζόμενον — Ὠσηὲ γὰρ ἑρμηνεύεται »Σωζόμε-
»νος« — υἱὸν Βεηρεί, ὃς ἑρμηνεύεται »Φρέατα«· πηγῆς γὰρ ἐκ βάθους 1 2 ἀναβλυστανούσης, σοφίας θεοῦ, ἕκαστος τῶν σωζομένων υἱὸς γίνεται.
ἔχειν τὴν »εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν« »εἰρήνης«· ἔτι δὲ διὰ τὴν ἀπὸ τῆς σοφίας ὠφέλειαν, »τέκνον σοφίας«· »Ἐδικαιώθη.
εἶναι »φρεάτων υἱός«, πρὸς ὃν ὁ λόγος τοῦ κυρίου γίνεται.
τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, λόγου τυγχάνοντος, ἐπιδημίαν ὁ λόγος γίνεται· »πρὸς δὲ τὸν θεὸν« οὐ γίνεται, ὡς πρότερον οὐκ ὢν πρὸς αὐτόν, παρὰ δὲ τὸ ἀεὶ συνεῖναι τῷ πατρὶ λέγεται· »Καὶ ὁ λόγος ἦν »πρὸς τὸν θεόν«· οὐ γὰρ »ἐγένετο πρὸς τὸν θεόν«.
πρὸς τὸν θεὸν ἦν«, οὔτε τῆς ἀρχῆς χωριζόμενος οὔτε τοῦ πατρὸς ἀπολειπόμενος, καὶ πάλιν οὔτε ἀπὸ τοῦ μὴ εἶναι »ἐν ἀρχῇ«γινόμενος »ἐν ἀρχῇ« οὔτε ἀπὸ τοῦ μὴ τυγχάνειν »πρὸς τὸν θεὸν« ἐπὶ τὸ »πρὸς »τὸν θεὸν« εἶναι γινόμενος· πρὸ γὰρ παβντὸς χρόνου καὶ αἰῶνος 131v »ἐν »ἀρχῇ ἦν ὁ λόγος«, καὶ »ὁ λόγος ἦν πρὸς τὸν θεόν«.
τῆς γνώσεως, ποιῶν αὐτοῦς ἅτε ἔμπροσθεν βλέποντας ὁᾶν, ἃ πρὸ αὐτοῦ οὐ κατενόουν· πρὸς δὲ τὸν θεὸν † τὸ »Θεός« ἐστι τυγχάνων 3 4 ἀπὸ τοῦ εἶναι πρὸς αὐτόν.
»Ὁ λόγος ἦν πρὸς τὸν θεόν« καὶ ἑξῆς »Καὶ θεὸς θεὸς ἦν ὁ λόγος«.
»Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν«, ἔπειτα· »καὶ θεὸς ἦν ὁ λόγος.«
μὲν γὰρ τὸ ἄρθρον, ὅτε ἡ »θεὸς« ὀνομασία ἐπὶ τοῦ ἀγενήτου τάσσεται τῶν ὅλων αἰτίου, σιωπᾷ δὲ αὐτό, ὅτε ὁ λόγος »θεὸς« ὀνομάζεται. ὡς δὲ διαφέρει κατὰ τούτους τοὺς τόπους »ὁ θεὸς« καὶ »θεός« οὕτως μήποτε διαφέρῃ »ὁ λόγος« καὶ »λόγος«.
ἐν ἑκάστῳ τῶν λογικῶν λόγου »ὁ λόγος«, τοῦ ἐν ἑκάστῳ λόγου οὐκ ἂν κυρίως ὁμοίως τῷ πρώτῳ ὀνομασθέντος καὶ λεχθέντος »ὁ λόγος«.
τὴν τοῦ πατρός, ὁμολογοῦντας θεὸν εἶναι τὸν μέχρι ὀνόματος παρ’ αὐτοῖς »υἱὸν« προσαγορευόμενον, ἢ ἀρνουμένους τὴν θεότητα τοῦ υἱοῦ τιθέντας δὲ αὐτοῦ τὴν ἰδιότητα καὶ τὴν οὐσίαν κατὰ περιγραφὴν τυγχάνουσαν ἑτέραν τοῦ πατρός, ἐντεῦθεν λύεσθαι δύναται.
φησιν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· »Ἵνα γινώσκωσι δὲ τὸν ἐκείνου θεότητος θεοποιούμενον οὐχ »ὁ θεὸς» ἀλλὰ »θεὸς« κυριώτερον ἂν λέγοιτο, οὗ πάντως »ὁ πρωτότοκος πάσης κτίσεως«, ἅτε πρῶτος τῷ πρὸς τὸν θεὸν εἶναι 132r σπάσας τῆς θεότητος εἰς ἑαυτόν, ἐστὶ τιμιώτερος, 51R τοῖς λοιποῖς παρ’ αὐτὸν θεοῖς (ὧν ὁ θεὸς θεός ἐστι κατὰ τὸ λεγόμενον· »Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν«) διακονήσας 5 6 τὸ γενέσθαι θεοῖς, ἀπὸ τοῦ θεοῦ ἀρυςά μενος εἰς τὸ θεοποιηθῆναι αὐτούς, ἁφθόνως κἀκείνοις κατὰ τὴν αὐτοῦ χρηστότητα μεταδιδούς.
εἰκὼν ὁ πρὸς τὸν θεόν ἐστι λόγος, ὃς »ἐν ἀρχῇ« ἦν, τῷ εἶναι »πρὸς »τὸν θεὸν« ἀεὶ μένων »θεὸς«, οὐκ ἂν δ’ αὐτὸ ἐσχηκὼς εἰ μὴ πρὸς θεὸν ἦν, καὶ οὐκ ἂν μείνας θεός, εἰ μὴ παρέμενε τῇ ἀδιαλείπτῳ θέᾳ τοῦ πατρικοῦ βάθους.
ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαγγελλομένου παρὰ δὲ τὸν ἀληθινὸν θεὸν θεῶν πλειόνων τῇ μετοχῇ τοῦ θεοῦ γινομένων, εὐλαβουμένους τὴν τοῦ πᾶσαν κτίσιν ὑπερέχοντος δόξαν ἐξιςῶσαι τοῖς λοιποῖς τῆς »θεὸς« προσηγορίας τυγχάνουσι, πρὸς τῇ ἀποδεδομένῃ διαφορᾷ, καθ’ ἣν ἐφάσκομεν πᾶσι τοῖς λοιποῖς θεοῖς διάκονον εἰνει τῆς θεύτητος
τὸν θεὸν λόγον, κοὶ τούτην παραστατέον.
»εἰκόνες«) οὕτως ὁ αὐτόλογος πρὸς τὸν ἐν ἑκάστῳ λόγου. ἀμφότερα γὰρ πηγῆς ἔχει χώραν, ὁ μὲν πατὴρ θεότητος, ὁ δὲ υἱὸς λόγου.
ὁ θεὸς λόγος.
τοῦ θεοῦ καὶ τοῦ θεοῦ λόγου καὶ θεῶν ἤτοι μετεχόντων θεοῦ ἢ 52R κεγομένων μὲν οὐδαμῶς δὲ ὄντων θεῶν, καὶ πάλιν λόγου θεοῦ καὶ λόγου γενομένου [θεοῦ] σαρκὸς καὶ λόγων ἤτοι μετεχόντων πως τοῦ 7 8 λόγου, λόγων δευτέρων ἢ τρίτων παρὰ τὸν πρὸ πάντων, νομιζομέ- νων μὲν λόγων λὐκ ὄντων δὲ ἀληθῶς λόγων ἀλλ’, ἵν’ οὕτως εἴπω, ὅλον τοῦτο ἀλόγων λόγων, ὥσπερ καὶ ἐπὶ τῶν λεγομένων μέν, οὐκ ὄντων δὲ θεῶν τάξαι τις ἂν ἀντὶ τοῦ ἀλόγων λόγων τὸ οὐ θεῶν θεῶν.
μᾶλλον τοῦ τῆς ἐκλογῆς σωτῆρος· ἔπειτα τῶν ἀληθῶς θεῶν ἐστι θεός, καὶ ἁπαξαπλῶς ζώντων καὶ οὐ νεκρῶν ἐστι θεός. ὁ δὲ θεὸς λόγος τάχα τῶν ἐν αὐτῷ ἱστάντων τὸ πᾶν καὶ τῶν πατέρα αὐτὸν νομιζόντων ἐστὶν θεός.
»τοῖς ἔθνεσιν. ὑμῖν δὲ οὐχ οὕτως ἔσωκε κύριος ὁ θεός σου.«
ἵστασθαι καὶ μὴ πίπτειν ἐπὶ εἴδωλα καὶ δαιμόνια.
τῶν καλούντων θεο]]υς ἔργα χειρῶν ἀνθρώρων, χρυςὸν καὶ ἄργυρον, τέχνης ἐμμελετήματα. τελευταῖοι δέ εἰσιν οἱ λεγομένοις μὲν θεοῖς ἀνακείμενοι οὐδαμῶς δὲ οὖσιν θεοῖς.
καὶ »πρὸς τὸν θεὸν« λόγου δαὶ »θεοῦ« λόγου, ὥσπερ ’Ωσηὲ καὶ
‘Ησαΐας καὶ ‘Ιερεμίας καὶ εἴ τις ἕτερος τοιοῦτον ἑαυτὸν παρέστησεν, ὡς »τὸν λόλον κυρίου« ἢ » τὸν λόγον« γενέσθαι πρὸς αὐτόν·
παρ’ Ἓλλησιν αἱρέσεις.
τέσσαρα κατὰ τὸ »λόγος« τοῦτο πεποιήκαμεν. ἦν γὰρ »ὁ θεὸς« καὶ »θεός«, εἶτα »θεοὶ« διχῶς, ὦν τοῦ τῶν ὅλων »θεοῦ«. καὶ πάλιν ἦν »ὁ λόγος«, τάχα δὲ καὶ » λόγος«, ὁμοίως τῷ »ὁ θεὸς« καὶ »θεός«, καὶ »οἱ λόγοι« διχῶς, οἰκεῖοί τε ἀνθρώπινοι· οἱ μὲν τῷ πατρί, μερίδες
ὄντες αὐτοῦ· καὶ τούτοις παρακείμενοι, οὓς νῦν σαφέστερον ὁ λόλος ἡμῖν παρίστησιν, οἱ ἐπὶ 133r τὸν σωτῆρα φθάσαντες καὶ τὸ πᾶν ἐν αὐτῷ ἱστάντες. καὶ τρίτοι οἱ προειρημένοι, ἥλιον καὶ σελήνην καὶ ἀστέρας νομίζοντες θεοὺς καὶ ἐν αὐτοῖς ἱστάμενοι. ἐπὶ πᾶσι δὲ καὶ ἐν τῇ
ἀνάλογον καὶ ἐπὶ τῶν κατὰ τὸν λόγον εὐρίσχομεν. οἱ μὲν γὰρ αὐτῷ τῷ λόλῳ κεκόσμηνται· οἱ δὲ παρακειμένῳ τινὶ αὐτῷ καὶ δοκοῦντι εἶναι αὐτῷ τῷ πρώτῳ λόγῳ, οἱ μηδὲν εἰδότες »εἰ μὴ Ἰησοῦν Χριστὸν »καὶ τοῦτον ἐσταυρωμένον«, οἱ τὸν λόγον σάρκα ὁρῶντες· καὶ δοκοῦντι οὓς πρὸ βραχέος εἰρήκαμεν. τί δὲ δεῖ λέγειν περὶ τῶν νομιζομένων
μὲν ἐν λόγῳ τυγχάνειν, ἀποπεπτωκότων δὲ οὐ μόνον αὐτοῦ τοῦ καλοῦ ἀλλὰ καὶ τῶν ἰχνέων τῶν μετεχόντων αὐτοῦ;
τὸ »Οὖτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«.
ἦν. εἰ γὰρ »ἐν ἀρχῇ ἐποίησεν ὁθεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«, τὸ δὲ »Ἐν ἀρχῇ ἦν« δαφῶς πρεσβύτερόν ἐστι τοῦ ἐν ἀρχῇ πεποιημένου, οὐ μόνον στερεώματος καὶ ξηρᾶς, ἀλλὰ οὐρανοῦ καὶ γῆς πρεσβήτερός ἐστιν ὁ λόγος.
» ἐστιν ὁ λόγος. τάχα δὲ οὐκ ἀτόπως τις ζητήσαι ἂν διὰ τί οὐκ εἴρηται· » τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος« τοῦ θεοῦ. ἀκόλουθον δέ ἐστιν τὸν ζητοῦντα, τί δήποτε οὐγέγραπαι· »Ἐν ἀρχῇ ὁ λόγος τοῦ θεοῦ«, καὶ ζητοῦντα. τί δήποτε οὐ γέγραπται· »Ἐν ἀρχῇ ὁ λόγος τοῦ θεοῦ«, ὁ μέν τις τοῦ θεοῦ λόγος, ἕτερος δὲ φέρε εἰπεῖν ἀγγέλων λόγος, καὶ ἄλλος ἀνθρώπων, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν λόγων.
τάχα καὶ »σοξία« καὶ »δικαιοςύνη«. ἄτοπον δὲ πλείονας φάσκειν τῆς »λόγος« προσηγορίας κυρίως τυλχάνειν καὶ τῆς »σοφία« καὶ τῆς »δικαιοσύνη«. καὶ πληχθηςόμεθα πρὸς τὸ μὴ δεῖν ζητεῖν πλείονας λαόγους καὶ σοφίας καὶ δικαιοςύναις, κυρίως οὕτως ὀνομαζόμενα, ἁπὸ τῆς ἀληθείας.
θειαν· οὐ γὰρ καὶ ἐπ’ αὐτῆς τολμήσαι ἄν τις λέγειν ἑτέραν εἶναι τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ ἑτέραν τὴν τῶν ἀλλέλων καὶ ἄλλην τὴν τῶν ἀνθρώπων· ἐν γὰρ τῇ φύσει τῶν ὄντων μία ἡ περὶ ἑκάστου ἀλήθεια.
νομιζομένης 133v σοφίας οὐ κρατούσης τῆς ἀληθείας οὐδὲ σοφίας ἂν ὑγιῶς χρηματιζούσης. εἰ δ’ ἀλήθεια μία καὶ σοφία μία, καὶ λόγος ὁ ἁπαυ- γέλλων τὴν ἀλήθειαν καὶ τὴν σοφίαν ἁπλῶν καὶ φανερῶν εἰς τοὺς χωρητικοὺς εἶς ἂν τυγχάνοι.
νύντες τὸ χρήσιμον τοῦ σεσιωπῆσθαι »Τοῦ θεοῦ«, καὶ μὴ ἀναγε- γράφθαι· »’Εν ἀρχῇ ἦν ὁ λόγος τοῦ θεοῦ.«
13 14 »πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ· οἱ δὲ »ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδή- »ματα πολλά· ἔχων ὄνμα γεγραμμένον, ὅ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, »καὶ περβεβλημένος ἱμάτιον † ῥεραντισμένον αἵματι, καὶ ἐκέκλητο
»τὸ ὄνομα αὐτοῦ »Λόγος τοῦ θεοῦ«. καὶ τὰ στρατεύμτα αὐτοῦ »ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς ἐνδεδυμένοις »βύσσινον * καθαρόν. καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται »ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμαωεῖ »αὐτοὺς ἐν ῥόβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τῆς
»ὀργῆς τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ τοῦ παντοκράτορος. καὶ ἔχει ἐπὶ τὸ »ἱμάτιον καὶ ἐπὶ τὸν ν μηρὸν αὐτοὺ ὄνομα γεγραμμένον > Ὁ βασιλεὺς »βασιλέων καὶ κύριος κυρίων«.
πεσεῖν τῆς περὶ τοῦ λόγου ἀληθείας. εἰ γὰρ »λόγος« μὲν ἀναγέγραπτο »λόγος δὲ θεοῦ« μὴ εἴρητο, οὐ σαφῶς ἐμανθάνομεν, ὅτι οὗτος ὁ λόγος »λόγος τοῦ θεοῦ« ἐστι.
ἄν πολλοὺς κυρίως οὕτως ὀνομαζομένους παρεδεφάμεθα.
τὸν οὐρανὸν καὶ ὁ λευκὸς ἵππος καὶ τὸ ἐπ’ αὐτοῦ καθέζεσθαι τὸν καλούμενον τοῦ θεοῦ λογον, πρὸς τῷ εἶναι θεοῦ λόγον καὶ πιστὸν καὶ ἀληθινὸν καὶ ἐν δικαιοσύνῃ κρίνοντα καὶ πολεμοῦντα λεγόμενον, κατανοητέον, ἵνα ἔτι μᾶλλον προβιβασθῶμεν τῷ ἐκαβεῖν τὰ περὶ »τοῦ λόγου τοῦ θεοῦ«.
τὰ σημαινόμενα ἀπαγγελλούσαις, λευκῷ διὰ τὸ φανερὸν καὶ τὸ λευκὸν καὶ φωτεινὸν τῆς γνώσεως.
τρεχούσαις καὶ παρευδοκιμούσαις ἐν τῇ φορᾷ πάντα τὸν ἀνταγωνιστὴν ὑποκριτὴν λόγου νομεζόμενον λόγον καὶ ἀληθείας δοκοῦσαν ἀλήθειαν.
ἀντιδιαστολὴν σκιᾶς καὶ τύπου καὶ εἰκόνος, ἐπεὶ τοιοῦτος ὁ ἐν τῷ ἀνῳγότι οὐρανῷ λόγος· ὁ γὰρ ἐπὶ γῆς οὐ τοιοῦτος ὁποῖος ὁ ἐν οὐρανῷ, ἅτε γενόμενος σὰρξ καὶ διὰ σκιῶς καὶ τύπων καὶ εἰκόνων λαλούμνος.
τυγχάνοντι μαθητεύεται. διόπερ ὁ Ἱερμίας φησί· »Πνεῦμα προσώπου »ἡμῶν χριστὸς κύριος, οὗ εἴπομεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν »τοῖς ἔθνεσιν.«
ἀπονέμειν ἀπὰ θεοῦ δύνασθαι λαβὼν καὶ κρίνειν.
δοῦναι πάντων τῶν τοῦ γραφομένου ἰδιωμάτων τῇ γραφῇ.
τὸν μετέχοντα δικαιοσύνης καὶ διὰ τοῦτο δίκαιον καλούμενον ἐξισω- θῆναι πάντη τῇ δικαιοσύνῃ.
λέγεσθαι ἐνοικήςῃ καὶ δικαιώςῃ, ἐκβάλλων τὰ ἐναντία τῆς ψυχῆς τοῦ, ἵν’ οὕτως εἴπω, ἐπὶ σωτηρίᾳ αὐχμαλωτισθέντος ὁπὸ Χριστοῦ.
ἀλλὰ ψεῦδος φάσκῃ εἶναι ἑαυτὴν τὴν ἀλήθειαν. τότε γὰρ καθοπλι- σάμενος ὁ λόγος κατὰ τοῦ ψεύδους »ἀναλοῖ αὐτὸ τῷ πνεύματι τοῦ »στόματος αὐτοῦ, καὶ αταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ«.
λούμενον τῷ πνεύματι τοῦ στόματος Χριστοῦ, Χριστοῦ τυγχάνοντος λόγου καὶ ἀληθείας καὶ σοφίας, ἥ τὸ ψεῦσος; καὶ τί τὸ καταργούμε- νον τῇ ἐπιφανείᾳ τῆς παρουσίας Χρστοῦ, σοφίας καὶ λόγου νοουμέ- νου, ἤ πᾶν τὸ ἐπαγγελλόμενον εἶναι σοφία, τυγχάνον δὲ ἕν τούτων, ὧν ὁ θεὸς δράσσεται »ἐν τῇ πανουργίᾳ αὐτῶν«; ἔτι ὁ Ἰωάννης
θαυμασιώτατα ἐν τοῖς περὶ τοῦ ὀχουμένου τῷ λευκῷ ἵππῳ λόγου φηςὶ καὶ τὸ »Οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ ὡς φλὸξ πυρός«.
ἐνυπαρχουςῶν αὐτῷ ἀντιλαμβάνεσθαι τῶν νοητῶν ἀναλοῦσι καὶ ἀφανίζουσι τὰ ὑλικώτερα καὶ παρχύτερα τῶν νοημάτων· πάντα δὲ τὴν 19 20 ἰσχνότητα καὶ λεπτότητα ἐκπέφευγε τῆς ἀληθείας τὰ ὁπωσποτοῦν ψευδόμενα.
δήματα. εἰ μὲν γὰρ ἕν ἦν καὶ μονοειδὲς τὸ ψεῦδος, καθ’ οὗ τὸν στέφανον ἡττωμένου ἐλάμβανεν ὁ νικήσας »πιστὸς καὶ ἀληθινὸς« λόγος, καὶ ἕν διάδημα περικεῖσθαι εὐλόγως ἄν ἀναγέγραπτο ὁ ἐπι- κρατήσας τῶν ἐναντίων θεοῦ λόγος.
λόγος στεφανοῦται, πολλὰ γίντεται τὰ διαδήματα τῇ κεφαλῇ τοῦ πάντα νικήσντος περικείμενα καὶ ἑκάστης δὲ ἀποστατησάσης ἐνεργείας 54Η κρατῶν πολλὰ διαδήματα τῷ νικᾶν περιτίθεται.
τινα μόνος, διὰ τὸ ὑποδεέστερον ἐν τοῖς ἑξῆς γενητοῖς τῆς φύσεως αὐτοῦ οὐδενὸς χωροῦντος πάντα, ἅ ἀκεῖνος καταλαμβάνει θεωρεῖν. τάχα δὲ καὶ οἱ μετέχοντες ἐκείνου τοῦ λόγου μόνοι παρὰ τοὺς μὴ μετέχοντας ἴσασι τὰ μὴ εἰς ἐκείνους φθάνοντα.
γὰρ ἱμάταιον † ῥεραμμένον αἵματι, ἐπείπερ ἴχνη περίκειται ὁ γενόμε- νος λόγος σάρξ, καὶ διὰ τὸ γεγονέναι σὰρξ ἀποθανών, ὡς προχυθῆναι αὐτοῦ καὶ αἷμα ἐπὶ τὴν γὴν νύξαντος τοῦ στρατιώτου τὴν πλευρὰν αὐτοῦ, ἐκείνου τοῦ πάθους· τάχα γὰρ κἄν ὁπωσποτὲ ἐν τῇ τοῦ λόγου ὑψηλοτάτῃ καὶ ἀνωτάτῃ θεωρίᾳ γενώμεθα καὶ τῆς ἀληθείας, οὐ
πάντη ἐπιλησόμεθα τῆς ἐν σώματι ἡμῶν γενομένης δἰ αὐτοῦ εἰσαγωγῆς.
»στεναγμὸς« ἐπὶ τῷ τέλει τῶν πραγμάτων, οὕτως οἷμαι ὅτι ἀπέδρα ἀσάφεια καὶ ἀπορία, πάντων ἐπιμελῶς καὶ τρανῶς προπιπτόωτων τῶν τῆς τοῦ θεοῦ σοφίας μυστηρίων.
πλεῖον ἐκ τῆς Ἀποκαλύψεως διδασούσης περὶ λόγου θεοῦ εἴρηται, 59R ἵνα ἀκριβέστερον τὰ περὶ αὐτοῦ νοήσωμεν.
ἐν τῷ »Οἷτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν« παρὰ τὸ »Καὶ ὁ λόγος »ἦν πρὸς τὸν θεόν«.
ἰσχνότερον ἐρευνῶντος, ἵνα καὶ ευρῃ σήλληψιν τῶν προτέρων γινο- μένην ἐν τῇ »οὗτος« προσηγορίᾳ τῆς τε »λόγος« ἐπινοίας καὶ τῆς »θεός«, ἵνα ἡ δεῖξις συναγάγῃ εἰς ἕν τὰ τῇ ἐπινοίᾳ διάφορα· οὐ γὰρ ἐν τῇ ἐπινοίᾳ τῇ »λόγος« ἐστὶν ἡ »θεός«, οὐδὲ ἐν τῇ »θεὸς« ἡ »λόγος«.
μίαν τὴν »Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«· καθ’ὅ γὰρ »ἐν ἀρχῇ ἦν »ὁ λόγος«, οὐ μεμαθήκειμεν ὅτι »πρὸς τὸν θεόν«· καθ’ ὅ δὲ »πρὸς τὸν θεὸν« ὁ λόγος ἦν, οὐκ ἐγινώσκομεν σαφῶς, ὅτι ἐν ἀρχῇ πρὸς τὸν θεὸν ἦν· καθ’ὅ δὲ »θεὸς ὁ λόγος ἦν«, οὔτε τὸ »ἐν ἀρχῇ« ἀυτὸν εἶναι ἐδηλοῦτο οὔτε ὅτι »πρὸς τὸν θεὸν« ἐτύγχανεν.
»ἐν ἀρχῆ» »πρὸς τὸν θεὸν ἠν«. καὶ οἶμαι, ὅτι οὐ ψεῦδος εἰπεῖν περὶ αὐτοῦ, ὅτι »ἐν ἀρχῇ ην« καὶ »ἐν ἀρχῇ« »πρὸς τὸν θεόν«, οὔτε »πρὸς 60R »τὸν θεὸν« μόνον τυγχάνων, ἐπεὶ καὶ »ἐν ἀρχῇ ἦν((, οὔτε »ἐν ἀρχῇ« μόνον ὢν καὶ οὐχὶ »πρὸς τὸν θεὸν« ὤν, ἐπεὶ »Οὑτος ἠν ἐν ἀρχῇ πρὸς τὸν θεόν«.
»αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέν- »τος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως »νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι᾿ οὗ ἐλάβομεν χάριν καὶ »ἀποστολὴν εἰς ὑπακοὴν πίστεως έν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ »ὀνόματος αὐτοῦ.«
»ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι »οὗ καὶ ἐποίησε τοὺς αἰῶνας«, διδάσκων ἡμᾶς, ὅτι ὁ θεὸς τοὺς αἰῶνας πεποίηκε διὰ τοῦ υἱοῦ, ἐν τῷ τοὺς αἰῶνας γίνεσθαι τοῦ μονογενοῦς ἔχοντος τὸ »δι᾿ οὕτω τοίνυν τοίνυν καὶ ἐνθάδε εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, οὐχ ὑπὸ τοῦ λόγου ἐγένετο, ἀλλ᾿ ὑπὸ κρείττονος καὶ μείζονος
παρὰ τὸν λόγον. τίς δ’ ἂν ἄλλος οὗτος τυγχάνῃ ἢ ὁ πατήρ;
ἕπεται τὸ ἀγέννητον‘ αὐτὸ λέγειν, ἀληθῆ τὰ ἐν τῷ εὐαγγελίῳ τούτῳ εἶναι κρίνοντι.
τὸν υἱόν· ἀλλὰ πάχα προστιθέμενος μᾶλλον. ἐὰν ἕτερον νομίζῃ εἶναι τὸν υἱὸν παρὰ τὸν πατέρα, τῷ τὸ αὐτὸ αὐτὸ τυγχάνειν τῷ πάτρί, ὁμολογουμένως διαιρέσεως δηλουμένης τοῦ ἁγίου πνεύματος παρὰ τὸν υἱὸν ἐν τῷ »Ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, »ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ ἅγιον πνεῦμα, οὐχ
»ἕξει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«. ἡμεῖς μέντοι γε τρεῖς ὑποστάσεις πειθόμενοι τυγχάνειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, καὶ ἀγέννητον μηδὲν ετερον τοῦ πατρὸς εἶναι πιστεύοντες, ὡς εὐσεβέστερον καὶ ἀληθὲς προσιέμεθα τὸ πάντων διὰ τοῦ λόγου γενομένων τὸ ἅγιον πνεῦμα πάντων εἶναι
τιμιώτερον, καὶ τάξει πρῶτον πάντων τῶν ὑπὸ τοῦ πατρὸς Χριστοῦ γεγενημένων.
διακονουμένης δὲ ὑπὸ τοῦ χριστοῦ, ὑφεστώσης δὲ κατὰ τὸ ἅγιον πνεῦμα.
»τὰ πάντα ἐν πᾶσιν.«
»με κοὶ τὸ πνεῦμα αὐτοῦ«), ἐν δὲ τῷ εὐαγγελίῳ ἄφεσιν μὲν ἐπαγγελομένου ἐπὶ τῆς εἰς αὐτὸν ἁμαρτίας, ἀποφαινομένου δὲ περὶ τῆς εἰς τὸ ἅγιον πνεῦμα βλασφημίας, ὡς οὐ μόνον »ἐν τούτῳ τῷ αἰπωνι« μὴ ἐσομένης ἀφέσεως τῷ εἰς αὐτὸ δυσφημήσαντι, ἀλλ᾿ οὐδὲ »ἐν τῷ μέλλοντι«.
τὸ ἅγιον τοῦ χριστοῦ οὐ γίνεται ἄφεσις τῷ εἰς αὐτὸν ἡμαρτηκότι, ἀλλὰ διὰ τὸ Χριστοῦ μὲν πάντα μετέχειν τὰ λογικά, οἷς δίδοται συγγνώμη μεταβαλλομένοις ἀπὸ τῶν ἁμαρτημάτων, τοῦ δὲ ἁγίου πνεύματος τοὺς κατηξιωμένους μηδεμιᾶς εὔλογον εἶναι συγγνώμης τυχεῖν, μετὰ τηλικαύτης καὶ τοιαύτης συμπνοίας τῆς εἰς τὸ καλὸν
ἔτι ἀποπίπτοντας καὶ ἐκτρεπομένους τὰς τοῦ ἐνυπάρχοντος πνεύματος συμβουλίας.
τοῦ υἱοῦ τοῦ θεοῦ, ἐλαττωθέντος παρ᾿ αὐτὸ τοῦ σωτῆρος.
διορθώσεται καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ ὡσπερεὶ ἐπέβαλλέ πως τῷ ἁγίῳ πνεύματι ἡ πρᾶξις αὕτη, ἥντινα ὑπομένειν οὐ δυνάμενον προβάλλεται τὸν σωτῆρα, ὡς τὸ τηλικοῦτον ἀθλον μόνον ἐνεγκεῖν δυνάμενον, καὶ τοῦ πατρὸς ὡς ἡγουμένου ἀποστέλλοντος τὸν υἱὸν συναποστέλλει 29 30 καὶ συμπροπέμπει τὸ ἅγιον πνεῦμα αὐτόν, έν καιρῷ ὑηπισχνούμενον καταβῆναι πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ συνεργῆσαι τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.
τάχα ἐν ἀνθρώποις τοῦτο πεποιηκὸς τοῖς μὴ δυνηθεῖσιν ἀδιαλείπτως φέρειν αὐτοῦ τὴν δόξαν. διόπερ σημαίνει ὁ Ἰωάννης περὶ τοῦ γνῶναι, ὅστις ποτέ ἐστιν ὁ χρωτός. οὐχὶ μόνην τὴν ἐπὶ τὸν Ἰησοῦν κατάβασιν τοῦ πνεύματος ἀλλὰ πρὸς τῇ καταβάσει τὴν ἐν αὐτῷ μονήν.
πέμψας με βαπτίζειν εἶπεν· >Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα »καὶ μένον ἐπ᾿ αὐτόν, οὑτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ »καὶ πυρί<«. οὐ γὰρ λέγεται· »ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον« μόνον, τάχα καὶ ἐπ᾿ ἄλλους καταβεβηκότος αὐτοῦ, ἀλλά »καταβαῖνον »καὶ μένον ἐπ᾿ αὐτόν«.
αὐτὸς ὁ σωτήρ φησιν· »Ἄρτι ἔλαβέ με ἡ μήτηρ μου, τὸ ἅγιον πνεῦμα, ἐν μιᾷ τῶν τριχῶν μου καὶ ἀπήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα Θαβώρ«, ἐπαπορήσει, πῶς »μήτηρ« Χριστοῦ τὸ διὰ τοῦ λόγου γεγενημένον πνεῦμα ἅγιον« εἶναι δύναται.
»οὐρανοῖς ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν‘ αὐτοῦ καὶ φθάνει τὸ »ἀδελφὸς Χριστοῦ« ὄνομα οὐ μόνον ἐπὶ τὸ τῶν ἀνθρώποιν γένος | 137r ἀλλὰ καὶ ἐπὶ τὰ τούτου θειότερα, οὐδὲν ἄτοπον ἔσται μᾶλλον πάσης 59Η χρηματιζούσης »μητρὸς Χριστοῦ« διὰ τὸ ποιεῖν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς τὸ πνεῦμα τὸ ἅγιον εἶναι »μητέρα«.
τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ ταῦτα ζητητέον· τῇ ἐπινοίᾳ ὁ λόγος ἕτερός ἐστι παρὰ τὴν ζωήν, καὶ ο γέγονεν έν τῷ λόγῳ »ζωὴ »ἠν, καὶ ἡ ζωὴ ἠν τὸ φῶς τῶν ἀνθρώπων‘. ἆρ’ οὖν. ὡς πάντα 31 32 δι᾿ αὐτοῦ ἐγένετο, καὶ ἡ ζωὴ δι᾿ αὐτοῦ ἐγένετο, ἥτις ἐστὶν »τὸ φῶς »τῶν ἀνθρώπων«, καὶ αἱ ἄλλαι τοῦ σωτῆρος ἐπίνοιαι, ἢ καθ᾿ ὑπεξαίρεσιν τῶν ἐν αὐτῷ νοητέον τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο«; ὅπερ δοκεῖ μοι εἶναι κρεῖττον.
τοῦ λόγου σοφίας; οὐ γὰρ δήπου διὰ τοῦ λόγου τὸ παρὰ τὸν λόγον γεγένηται. ὥστε χωρὶς τῶν ἐπινοουμένων τῷ χριστῷ πάντα διὰ τοῦ λόγου γεγένηται τοῦ θεοῦ, ποιήσαντος ἐν σοφίᾳ αὐτὰ τοῦ πατρός· Πάντα, γάρ φησιν, ἐν σοφίᾳ ἐποίησας‘, οὐ »διὰ τῆς σοφίας ἐποίησας«.
»ἐγένετο οὐδὲ ἕν«. τισὶ κἂν δόξαι περιττὸν τυγχάνειν τὸ »Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» ἐπιφερόμενον τῷ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο«. εἰ γὰρ πᾶν ὁτιποτοῦν »διὰ τοῦ λόγου« γεγένηται, οὐδὲν »χωρὶς τοῦ »λόγου« γεγένηται. οὐκέτι μέντοι γε ἀκολουθεῖ τῷ χωρὶς τοῦ λόγου μὴ γεγνῆσθαί τι τὸ πάντα διὰ τοῦ λόγου γεγενῆσθαι· ἔξεστι γὰρ
οὐδενὸς χωρὶς τοῦ λόγου γεγενημένου, μὴ μόνον διὰ τοῦ λόγου γεγονέναι πάντα ἀλλὰ καὶ ὑπὸ τοῦ λόγου τινά.
πᾶσα ἡ χύσις τῆς ἁμαρτίας καὶ τὰ πονηρά, ὅτι καὶ ταῦτα διὰ τοῦ λόγου ἐγένετο. τοῦτο δὲ ψεῦδος· κτίσματα μὲν γὰρ πάντα διὰ τοῦ 65R λόγου γεγονέναι οὐκ ἄτοπον ἀλλὰ καὶ διὰ τοῦ λόγου τὰ ἀνδραγαθήματα καὶ πάντα τὰ κατορθώματα κατωρθῶσθαι τοῖς μακαρίοις νοεῖν ἀναγκαῖον), οὐκέτι δὲ καὶ τὰ ἁμαρτήματα καὶ τὰ ἀποπτώματα.
σύστασιν εἰληφός.
ὄντων ὀνομάζων ἀλλ᾿ ἐπὶ τῶν μοχθηρῶν. <Μὴ ὄντα« νομίζων τὰ πονηρά· »Τὰ μὴ ὄντα , 137v γάρ φησιν, ὁ θεὸς ὡς ὄντα ἐκάλεσεν.«
τὴν κακίαν »Μὴ ὄντες‘ οἱ πονηροὶ προσαγορεύονται ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ ὀνόματος ἀναγραφομένου τοῦ θεοῦ· »Εἶπε γὰρ κύριος πρὸς Μωϋσῆν·
οὐκοῦν »ὁ ἀγαθὸς« τῷ »ὄντι« ὁ αὐτός ἐστιν. ἐναντίον δὲ τῷ ἀγαθῷ τὸ κακὸν ἢ τὸ πονηρόν, καὶ ἐναντίον τῷ »Ὄντι« τὸ »Οὐκ ὄν»· οἱς ἀκολουθεῖ ὅτι τὸ πονηρὸν καὶ τὸ κακὸν Οὐκ ὄν.
διαβόλῳ εἶναι, γενητὸς ὤν, οὐδενὸς κτιστοῦ ὄντος παρὲξ τοῦ θεοῦ ἡμῶν. θεοῦ ἐστι κτίσμα· ὡς εἰ ἐφάσκομεν κοὶ τὸν φονέα μὴ εἶναι θεοῦ σημιούργημα, οὐκ ἀναιροῦντες τὸ ᾗ ἄνθρωπός ἐστι πεποιῆσθαι 66R αὐτὸν ὑπὸ θεοῦ.
ἀπὸ θεοῦ τοῦτ᾿ αὐτὸν εἰληφέναι. πάντες μὲν οὖν οἱ μετέχοντες τοῦ »Ὄντος« — μετέχουσι δὲ οἱ ἅγιοι —, εὐλόγως ἂν »Ὄντες« χρηματίζοιεν· οἱ δὲ ἀποστραφέντες τὴν τοῦ »Ὄντος« μετοχήν, τῷ ἐστερῆσθαι τοῦ »Ὄντος« γεγόνασιν »Οὐκ ὄντες«.
ὄντες‘ »Οὐδέν« εἰσι, καὶ πᾶσα ἡ κακία »Οὐδέν« ἐστιν, ἐΠεὶ καὶ »Οὐκ ὂν» τυγχάνει, καὶ »Οὐδὲν« καλουμένη χωρὶς γεγένηται τοῦ λόγου, τοῖς »πᾶσιν« οὐ συγκαταριθμουμένη. ἡμεῖς μὲν οὖν κατὰ τὸ δυνατὸν παρεστήσαμεν τίνα τὰ διὰ τοῦ λόγου γεγενημένα πάντα καὶ τί τὸ 35 36 χωρὶς αὐτοῦ γενόμενον μέν, ὄν Τε οὐδέποτε καὶ διὰ τοῦτο »Οὐδὲν« καλούμενον.
τὰ ἐν αὐτῶ, ἐκκλείοντα τῶν πάντων, τὸ ὅσον ἐπὶ τῇ ὑποθέσει αὐτοῦ, τὰ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ διαφέροντα. φησὶ γάρ· 61Η Οὐ τὸν αἰῶνα ἢ τὰ ἐν τῷ αἰῶνι γεγονέναι διὰ τοῦ λόγου, ἅτινα οἴεται πρὸ τοῦ λόγου γεγονέναι. ἀναιδέστερον δὲ ἱστάμενος πρὸς τὸ »Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«, μὴ εὐλαβούμενος
τὸ Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς »γένῃ«, προστίησι τῷ »Οὐδὲ ἕν« Τῶν ἐν τῷ κόσμῳ καὶ τῇ
πιθανότητος ἀποφαίνεσθαι, πιστεύεσθαι ἀξιοῦντα ὁμοίως Προφήταις ἢ ἀποστόλοις τοῖς μετ’ ἐΞουσίας καὶ ἀνυπευθύνως καταλείπουσι τοῖς καθ’ αὑτοὺς καὶ μεθ᾿ αὑτοὺς σωτήρια γράμματα.
τῆς γενέσεως τοῦ κόσμου τῷ δημιουργῷ, τὸν λόγον ὄντα, 67R εἶναι οὐ τὸν ἀφ’ οὗ, ἢ ὑφ’ οὗ, ἀλλὰ τὸν δι᾿ οὑ, παρὰ τὴν ἐν τῇ συνηθείᾳ φράσιν ἐκδεκόμενος τὸ γεγραμμένον. εἰ γὰρ ὡς νοεῖ ἡ ἀλήθεια τῶν πραγμάτων ἦν, ἔδει διὰ τοῦ σημιουργοῦ γεγράφθαι πάντα γεγονέναι ὑπὸ τοῦ λόγου, οὐχὶ οὐχὶ ἀνάπαλιν διὰ
τοῦ λόγου ὑπὸ τοῦ δημιουργοῦ.
οὐχ ὡς ὑπ’ ἄλλου ἐνεργοῦντος αὐτὸς ἐποίει ὁ λόγος, ἴν 37 38 οὕτω νοηθῇ τὸ δι’ αὐτοῦ, ἀλλ᾿ αὐτοῦ ἐνεργοῦντος ἕτερος ἐποίει.
τὸν κόσμον κατεσκεύασε. κατὰ γὰρ τὸν προφήτην Δαβὶδ »Ὁ θεὸς εἶπε καὶ ἐγενήθησαν ἐνετείλατο καὶ ἐκτίσθησαν‘. »ἐνετείλατο« γὰρ ὁ ἀγένητος θεὸς τῷ πρωτοτόκῳ πάσης κτίσεως »καὶ ἐκτίσθη- »σαν«, οὐ μόνον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα, »εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· 62Η πάντα γὰρ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων.«
γάρ, εἰ καὶ ἡ κακία διὰ τοῦ λόγου γεγένηται, νῦν λόγου προσεχῶς λαμβανομένου τοῦ ἐν ἑκάστῳ, ὡς καὶ αὐτὸς ἀπὸ τοῦ ἐν »ἀρχῇ« λόγου ἑκάστῳ ἐγγεγένηται.
μηδεμίαν μίαν ένέργειαν αὐτῆς εχούσης πρὶν νόμου καὶ ἐντολῆς· πῶς δὲ † ἔχων ὁ λόγος νόμος εἶναι καὶ ἐντολή, καὶ οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος νόμου, »ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου«), καὶ πάλιν οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος λόγου »Εἰ γὰρ μὴ ἦλθον, φησί, 68R καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν«).
ἀφαιρεῖται τοῦ βουλομένου ἐπὶ τῇ ἁμαρτίᾳ ἀπολογήσασθαι, ἐπὰν ἐνυπάρχοντος λόγου καὶ παραδεικνύοντος, ὃ πρακτέον, μὴ πείθηταί τις αὐτῷ. τάχα οὐν πάντα μέχρι καὶ τῶν χειρόνων διὰ τοῦ λόγου γεγένηται καὶ »χωρὶς αὐτοῦ«, ἁπλούστερον ἡμῶν ἐκλαμβανόντων τὸ »Οὐδέν«, »ἐγένετο οὐδέν«.
πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ »γωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν‘, ὡς οὐδὲ ἐγκλητέον τῷ διδασκάλῳ παραδείξαντι τὰ δέοντα τῷ μανθάνοντι, ἐπὰν διὰ τὰ τούτου μαθήματα μηκέτι τόπος καταλείπηται τῷ ἁμαρτάνοντι ἀπολογίας ὡς περὶ ἀγνοίας, καὶ μάλιστα ἐὰν νοήσωμεν διδάσκαλον τοῦ μανθάνοντος ἀχώριστον.
ὁμοίως καὶ τῇ ἀκοῇ ὅταν παρέχωμεν ἑαυτοὺς ἀκροάσει ἀχρήστων ᾀσμάτων καὶ τῶν ἀπηγορευμένων ἀκουσμάτων, οὕτως ἐνυβρίζοντες τὸν ἐν ἡμῖν λόγον καὶ οὐκ εἰς δέον αὐτῷ χρώμενοι, δι᾿ αὐτοῦ παρανομοῦμεν εἰς κρίμα τοῖς ἁμαρτάνουσιν ἐνυπάρχοντος καὶ διὰ τοῦτο κρίνοντος τὸν μὴ πάντων αὐτὸν προτιμήσαντα.
»Ὁ λόγος ὃν ἐλάλησα αὐτὸς κρινεῖ ὑμᾶς«, ἴσον διδάσκων τῷ Ἐγὼ ὁ 63Η λόγος, ὁ ἐν ὑμῖν ἀεὶ ἐνηχῶν, αὐτὸς ὑμᾶς καταδικάσω τόπον ἀπολογίας καταλειπόμενον ἔχοντας οὐδαμῶς. δόξει μέντοι γε βιαιοτέρα εἶναι αὕτη ἡ ἐκδοχή, ἄλλον μὲν λόγον τὸν »ἐν ἀρχῇ« ἡμῶν ἐξειληφότων τὸν πρὸς τὸν θεόν«, τὸν θεὸν λόγον, ἄλλως δὲ αὐτὸν
νοούντων, ὅτε οὐ μόνον ἐπὶ τῶν προηγουμένων δημιουργημάτων τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« λέγεσθαι ἐφάσκομεν, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν ὑπὸ τῶν λογικῶν πραττομένων, οὑ λόγου χωρὶς οὐδὲν ἁμαρτάνομεν.
μάλιστα ἐπεὶ οὐχ ὡς ἑτέρου τούτου τυγχάνοντος παρὰ τὸν ἐν ἀρχῇ 139r πρὸς τὸν θεὸν λόγον ἔοικεν ὁ ἀπόστολος διδάσκειν τὸ »Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστι Χρι- »στὸν καταγαγεῖν· ἢ Τίς κ·αταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι 69R »Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν· ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς σου
»τὸ ῥῆμά ἐστιν σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου.‘
ἢ φαινομένης ἀποδείξεως, καθ’ ἅ φασι μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἱερέα, τῷ μόνον καὶ πάντα τὸν σοφὸν ἐπιστήμην ἔχειν τῆς τοῦ θεοῦ θεραπείας, καὶ μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἐλεύ- 41 42 θερον, ἐξουσίαν αὐτοπραγίας ἀπὸ τοῦ θείου νόμου εἰληφότα· καὶ τὴν ἐξουσίαν δὲ ὁρίζονται νόμιμον ἐπιτροπήν.
γραφῆς τῶν ὑπ᾿ αὐτῶν κατὰ τὰ παράδοξα ἀπαγγελλομένων, ἴνα ἐπὶ τίνων ὁ τῆς θεοσεβείας λόγος συμφῇ καὶ ἐπὶ τίνων τὸ ἐναντίον τοῖς ὑπ’ ἐκείνων λεγομένοις βούλεται παραστῆσαι δυνηθῶμεν;
παραδοξότερον παρὰ τά ὑπ᾿ ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα. ἐὰν γὰρ νοήσωμεν τὸν ἐν ἀρχῇ λόγον, τὸν πρὸς τὸν θεόν, τὸν θεὸν λόγον, τάχα δυνησόμεθα μόνον 64Η τὸν τούτου, καθ’ ἃ τοιοῦτος, μετέχοντα »λογικὸν« εἰπεῖν· ὥστε καὶ ἀποφήνασθαι ἄν, ὅτι μόνος ὁ ἅγιος λογικός.
τὴν γενομένην ἐν τῷ λόγῳ ζωήν, τὸν εἰπόντα »Ἐγώ εἰμι ἡ ζωή«. ἐροῦμεν μηδένα τῶν ἔξω τῆς πίστεως Χριστοῦ ζῆν, πάντας δὲ εἶναι νεκροὺς τοὺς μὴ ζῶντας θεῷ, τό τε ζῆν αὐτῶν ζῆν εἶναι τῆς ἁμαρτίας καὶ διὰ τοῦτο ἵν᾿ ἕν’ οὕτως εἴπω, ζῆν θανάτου τυγχάνειμ.
ὅπου μὲν τοῦ σωτῆρος φάσκοντος· »Ἢ οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ἐπὶ τῆς βάτου Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ »ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων‘ καὶ »Οὐ δικαιωθήσεται κατενώ- πιόν σου πᾶς ζῶν«. τί δὲ περὶ αὐτοῦ λέγγειν δεῖ τοῦ θεοῦ ἢ τοῦ σωτῆρος; ἀμφιβάλλεται γὰρ ὁποτέρου εἶναι ἡ λέγουσα ἐν τοῖς προφήταις
φωνή· »Ζῶ ἐγώ, λέγει κύριος.«
προσηγορίᾳ, καθ’ ἃ καὶ ὁ Παῦλός φησι·
ἁγίων<, τῆς κυρίως εὐαρεστήσεως ἤτοι ἐν τῇ τάζει τῶν ἁγίων ἢ ἐν τῷ τόπῳ τῶν ἁγίων τυγχανούσης, οὐδέπω ἄκρως εὐαρεστοῦντος τοῦ μὴ εἰς τὴν τάξιν τῶν ἁγίων κεχωρηκότος ἢ τοῦ μὴ εἰς τὸν τόπον τῶν ἁγίων γεγενημένου· εἰς ὃν χωρῆσαι δεήσει πάντα τὸν οἱονεὶ σκιὰν καὶ εἰκόνα τῆς εὐαρεστήσεως τῆς ἀληθινῆς ἐν τῷ βίω̣
τούτῳ προανειληφότα.
ὑπὸ ἡλίου· δικαιωθήσεται δὲ καὶ πᾶς ζῶν, ἀλλ᾿ οὐκ ἐνώπιον τοῦ θεοῦ, ὅτε δὲ τοῖς κάτω συγκρίνεται καὶ ὑπὸ τοῦ σκότους κεκρατημένοις 65H παρ᾿ οἷς λάμψει αὐτῶν τὸ φῶς.
ἔμπροοθεν τοῦ θεοῦ>· τοῦτο γὰρ εἰ ἐνετέλλετο, ἀδύνοτον ἂν ἐδίδου ἐντολήν, ὡς εἰ καὶ τοῖς λύχνοις ἐμψύχοις οὖσιν ἐντολὴν ἐδίδου τοῦ λάμψαι τὸ φῶς αὐτῶν ἔμπροσθεν τοῦ ἡλίου.
τῶν ζώντων δικαιοσύνη οὐ δικαιωθήσεται ὡς πρὸς τὴν τοῦ θεοῦ δικαιοσύνην· ὡς εἰ καὶ ἅμα πάντα τὰ ἐπὶ γῆς νυκτερινὰ συναγαγὼν φῶτα ἔφασκον μὴ δύνασθαι ταῦτα φωτίζειν ὡς πρὸς τὰς τούτου τοῦ ἡλίου αὐγάς.
εἰρημένων περὶ τοῦ ζῆν παρὰ μόνῳ τυγχάνοντος τῷ θεῷ. καὶ ὅρα εἰ διὰ τοῦτο δύναται ὁ ἀπόστολος τὴν εἰς ὑπερβολὴν ὑπεροχὴν νοήσας τῆς ζωῆς τοῦ θεοῦ καὶ ἀξίως θεοῦ συνιεὶς τὸ »Ζῶ ἐγὼ, λέγει »κύριος« εἰρηκέναι περὶ θεοῦ· »Ὁ μόνος ἔχων ἀθανασίαν«, οὐδενὸς τῶν 45 46 140r παρὰ τὸν θεὸν ζώντων ἔχοντος τὴν ἄ τρεπτον πάντη καὶ ἀναλλοίωτον ζωήν. καὶ τί διστάζομεν περὶ τῶν λοιπῶν, ὅτε οὐδὲ ὁ χριστὸς ἔσχε τὴν τοῦ πατρὸς ἀθανασίαν; ἐγεύσατο γὰρ ὑπὲρ παντὸς θανάτου.
ζωῆς, ἥτις ἐστὶν ὁ χριστός, καὶ ζώντων ἐν χώρᾳ ἰδίᾳ τυγχανόντων καὶ ζώντων οὐ δικαιουμένων ἐνώπιον τοῦ θεοῦ, ἀκολούθως τούτοις παρατιθέμενοι τὸ »Ὁ μόνος ἔχων ἀθανασίαν« τὰ ὑπονοούμενα συμπαραληψόμεθα περὶ τοῦ πᾶν ὁτιποτοῦν λογικὸν μὴ οὐσιωδῶς ἔχειν ὡς ἀχώριστον συμβεβηκὸς τὴν μακαριότητα.
τὴν μακαριότητα καὶ τὴν προηγουμένην ζωήν, πῶς ἔτι ἔσται ἀληθὲς τὸ περὶ τοῦ θεοῦ λεγόμενον· »Ό μόνος ἒχων ἀθανασίαν«; χρὴ μέντοι γε εἰδέναι ὅτι τινὰ ὁ σωτὴρ οὐχ αὑτῷ ἐστιν ἀλλ' ἑτέροις, τινὰ δὲ αὑτῷ καὶ ἑτίροις· ζητητέον δὲ εἴ τινα ἑαυτῷ καὶ οὑδενί. σαφῶς μὲν γὰρ ἑτέροις ἐστὶν »ποιμήν«, οὐχ ὡς οἱ παρὰ ἀνθρώποις ποιμένες
ὄνησιν ἐκ τοῦ ποιμαίνειν εἰς ἑαυτὸν λαμβάνων, εἰ μὴ ἄρα τὴν τῶν ποιμαινομένων ὠφέλειαν διὰ φιλανθρωπίαν ἰδίαν εἶναι λογίσαιτο.
»σοφία« ἐστίν, ἐστί τινα θεωρήματα ἀχώρητα τῇ λοιπῇ παρ' αὐτὸν γεννητῇ φύσει, ἅτινα οἶδεν ἑαυτῷ.
καὶ εἰ ἑτέροις, τίσι τούτοις. εἰ δὴ ταὐτόν ἐστι »ζωὴ« καὶ »τῶν ἀνθρώπων« — φησὶ γάρ’ »Ὅ γέγονεν ἐν αὐτῷ ζωὴ ἠν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων« — τὸ δὲ φῶς τῶν ἀνθρώπων τινῶν ἐστι φῶς, καὶ τοῦτο οὐ πάντων τῶν λογικῶν, ὅσον ἐπὶ + τῷ κεῖσθαι τὸ »' Ανθρώπων«, ἀλλὰ »τῶν ἀνθρώπων« ἐστὶ φῶς, εἴη ἂν καὶ ζωὴ 47 48 ἀνθρώπων, ὡν καὶ φῶς ἐστιν· καὶ καθ' ὅ ζωή, λέγοιτο ἂν ὁ σωτὴρ οὐχ αὑτῷ ἀλλὰ ἑτέροις εἶναι ζωὴ ὡν ἐστι καὶ φῶς.
νεκρότητος καὶ ἀσθενείας, ἡ ἀκραιφνὴς ζωὴ ἐγγένηται παρὰ παντὶ τῷ τοῦ λόγου καθ’ ὅ θεός ἐστιν αὑτὸν ποιήσαντι χωρη- τικον.
τῷ »ζωὴ ἐν λόγῳ«. ἀλλὰ λόγος μὲν έν ἀρχῇ« οὐκ ἐγένετο· οὐκ ἠν γάρ, ὅτε ἡ ἀρχὴ ἄλογος ἦν, διὸ λέγεται· »Ἐν ἀρχῇ ἠν ὁ λόγος· « ζωὴ δὲ έν τῷ λόγῳ οὐκ ἦν· ἀλλὰ ςωὴ ἐγένετο, εἴ γε »ζωή ἐστι τὸ φῶς τῶν ἀνθρώπων«. ὅτε γὰρ οὐδέπω ἄνθρωπος ἦν, οὐδὲ φῶς »τῶν ἀνθρώπων« ἠν, τοῦ φωτὸς τῶν ἀνθρώπων κατὰ τὴν πρὸς
ἀνθρώπους σχέσιν νοουμένου.
»χωρὶς αὐτοῦ έγένετο οὐδὲ ἕν«, οὐχὶ δὲ χωρὶς αὐτοῦ ἠν οὐδὲ ἔν, οὕτως ὅ γέγονεν ἐν αὐτῷ, οὐχὶ ὃ ἠν ἐν αὐτῷ, ζωὴ ἠν. καὶ πάλιν οὐχὶ ὃ ἐγένετο ἐν ἀρχῇ ὁ λόγος ἦν, ἀλλὰ ὃ ἦν ἐν ἀρχῇ λόγος ἦν.
τυγχάνων ζῇ καὶ οὐδεὶς τῶν ζώντων έν σκότῳ ἐστίν, ἀλλὰ πᾶς ὁ ζῶν καὶ ἐν φωτὶ ὑπάρχει, καὶ πᾶς ὁ ἐν φωτὶ ὑπάρχων ςῇ· ὥστε μόνον τὸν ζῶντα καὶ πάντα εἶναι φωτὸς υἱόν· φωτὸς δὲ υἱός, οὗ 73R λάμπει τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων.
νοεῖσθαι ἐκ τῶν εἰρημένων περὶ τῶν ἐναντίων, γέγεται δὲ περὶ ζωῆς καὶ φωτὸς ἀνθρώπων, ἐναντίον δὲ τῇ ζωῇ θάνατος καὶ ἐναντίον φωτὶ ἀνθρώπων σκότος ἀνθρώπων, ἔστιν ἰδεῖν ὅτι ὁ ἐν σκότω τῶν ἀνθρώπων τυγχάνων ἐν θανάτῳ ἐστὶν καὶ ὁ τὰ τοῦ θανάτου πράττων οὐκ ἀλλαχόσε τοῦ σκότους ἐστίν. ὁ δὲ μνημο-
49 50 νεύων τοῦ θεοῦ, ἐάν γε νοῶμεν τί τὸ μνημονεύειν αὐτοῦ, οὐκ ἔστιν ἐν τῷ θανάτῳ κατὰ τὸ εἰρημένον· »Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ »μνημονεύων σου«.
»ἐν κυρίῳ«, κἂν μάλιστα ἅγιοι καὶ πνευματικοὶ ἤδη χρηματίζωμεν. ὥσπερ δὲ δεκτικὸς ὁ Παῦλος σκότος ὢν γέγονε τοῦ γενέσθαι φῶς ἐν κυρίῳ οὕτως ὅστις ποτ’ ἂν ᾖ σκότος. κατὰ δὲ τοὺς οἰομένους εἶναι φύσεις πνευματικάς, ὥσπερ τὸν Παῦλον καὶ τοὺς ἀγίους ἀποστόλους, οὐκ οἶδα εἰ σώζεται τὸ τὸν πνευματικὸν εἶναί ποτε σκότος
καὶ ὕστερον αὐτὸν γεγονέναι φῶς.
σκότος ἠσαν ἢ σκότος εἰσί, κἂν χώραν εἶχεν ἡ περὶ φύσεων ὑπόθεσις.
οἱονεὶ ταὐτὸν νομίσας εἶναι τὸν λόγον καὶ τοὺς πνευματικούς, εἰ καὶ μὴ σαφῶς ταῦτ' εἴρηκε· καὶ ὡσπερεὶ αἰτιολογῶν φησιν· Αὐτὸς γὰρ τὴν πρώτην μόρφωσιν τὴν κατὰ τὴν γένεσιν αὐτοῖς παρέσχε, τὰ ὑπ' ἄλλου σπαρέντα εἰς μορφὴν καὶ 74R εἰς φωτισμὸν καὶ περιγραφὴν ἰδίαν ἀγαγὼν καὶ ἀναδείξας.
οὐ παρετήρησε δὲ καὶ τὸ περὶ τῶν πνευματικῶν παρὰ τῷ Παύλῳ λεγόμενον, ὅτι ἀνθρώπους αὐτοὺς εἶναι ἀπεσιώπησε· » Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, »μωρία γὰρ αὐτῶ̣ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει πάντα.ι 51 52 ἡμεῖς γὰρ οὐ μάτην αὐτόν φαμεν ἐπὶ τοῦ πνευματικοῦ μὴ προστεθεικέναι τὸ »Ἄνθρωπος«· κρεῖττον γὰρ ἢ »ἄνθρωπος« ὁ πνευματικός, τοῦ ἀνθρώπου ἤτοι ἐν ψυχῇ ἢ ἐν σώματι ἢ ἐν συναμφοτέροις χαρακτηριζομένου, οὐχὶ δὲ καὶ ἐν τῷ τούτων θειοτέρῳ πνεύματι, οὑ κατὰ μετοχὴν ἐπικρατοῦσαν χρηματίζει
ὁ πνευματικός.
ἠν μόνων ἀνθρώπων φῶς καὶ μὴ παντὸς οὑτινοσοῦν ἐν μακαριότητι τυγχάνοντος. ἐὰν γὰρ ταὐτὸν ᾖ »ζωὴ« καὶ »φῶς ἀνθρώπων‘ καὶ μόνων ἀνθρώπων ᾖ τὸ τοῦ χριστοῦ φῶς, μόνων ἀνθρώπων καὶ ἡ ζωή. τοῦτο δ' ὑπολαμβάνειν ἐστὶν ἠλίθιον ἅμα καὶ ἀδεβές, ἀντιμαρ- τυρουσῶν τῶν ἄλλων γραφῶν ταύτῃ τῇ ἐκδοχῇ, εἴ γε, ὅταν προδό-
ψωμεν, ἰσάγγελοι ἐσόμεθα.
φῶς, ὡς ἔξεστι τάδε τὰ ςῷα καὶ τάδε τὰ φυτά, ἀνθρώπων ὄντα τροφήν, καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους τὰ αὐτὰ εἶναι τροφήν.
ἀνθρώπων, κατὰ τὸ ὅμοιον οἰήσεται τὸν θεὸν Αβραὰμ καὶ θεὸν Ισαὰκ καὶ θεὸν Ἰακὼβ μηδενὸς εἶναι θεὸν ἢ τῶν τριῶν μόνων τούτων πατέρων. ἔστι δέ γε καὶ Ἠλίου θεός, καί, ὥς φησιν Ἰουδίθ, 75R τοῦ πατρὸς αὐτῆς Συμεών, καὶ θεὸς τῶν Ἑβραίων. Ἑβραίων. κατὰ τὸ ὅμοιον εἰ μηδὲν κωλύει εἶναι αὐτὸν καὶ ἑτέρων θεόν, οὐδὲν
53 54 κωλύει εἶναι τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων Παρὰ τοὺς ἀνθρώ- πους φως.
»ὁμοίωσιν« γενόμενον »θεοῦ« ἄνθρωπον εἶναι φήσει, μυρίοις χρώμενος εἰς τοῦτο παραδείγμασιν, ὅτι οὑδὲν διαφέρει τῇ γραφῇ ἄνθρωπον ἢ ἄγγελον φάναι· ἐπὶ γὰρ τοῦ αὐτοῦ ὑποκειμένου κεῖται ἡ »Ἄγγελος« καὶ » Ανθρωπος« προσηγορία, ὥσπερ ἐπὶ τῶν ξενισθέντων παρὰ τῷ Ἀβραὰμ τριῶν καὶ γενομένων ἐν Σοδόμοις δύο· καὶ ἐν ὅλῳ τῷ εἱρμῷ τῆς
γραφῆς ὁτὲ μὲν ἄνδρες ότὲ δἐ ἄγγελοι εἶναι λέγονται.
θεοῦ ἄγγελοι παρὰ τὸ ἔργον τοῦτο χρηματίζουσι καὶ οὐ παρὰ τὴν φύσιν »ἄνδρες« κληθέντες.
»της« οὐδὲ »ἐξουσία«, ἀλλὰ ὀνόματα πραγμάτων, ἐφ’ ὡν ἐτάχθησαν οἱ οὕτως προσαγορεόμενοι, ὦν τὸ ὑποκείμενον οὐχ ἄλλο τί ἐστιν ἢ ἄνθρωπος, καὶ τῷ ὑποκειμένῳ συμβέβηκε τὸ θρόνῳ θρόνῳ ἢ κυριότητι ἢ ἀρχῇ ἢ ἐξουσίᾳ.
»μεως κυρίου νυνὶ παραγέγουα«.
»φῶς« καὶ φῶς ἀληθιωόν«· φῶς μὲν οὖν ἀνθρώπων, ἤτοι, ὡς προα- ποδέδεικται, 142r οὐδενὸς κωλύοντος κωλύοντος τὸ ἐκλαμβάνειν καὶ ἑτίρων παρὰ τὸν ἄνθρωπον εἶναι τὸ φῶς φῶς, ἢ πάντων τῶν λογικῶν διὰ τὸ 76R »κατ' εἰκόνα θεοῦ« γεγονέναι ἀνθρώπων καλουμένων.
καταλαμβανόμενον ὑπ᾿ αὐτῆς, κοὶ τὸ φῶς ἐν ᾡ οὐδαμῶς ἐστι σκοτία.
ἀναγράφηται τῷ μὴ καταλαμβάνεσθαι ὑπ᾿ αὐτῆς διωκούσης.
ἐπὶ τῶν μετεχόντων τῆς ζωῆς, τυγχανούσης καὶ φωτὸς ἀνθρώπων, τὸ ζῆς αὐτοὺς τὴν προειρημένην θείαν ζωὴν παρὰ τὸ πεφωτίσθαι· ὑποκεῖσθαι γὰρ δεῖ τὸ ζῆν, ἵν᾿ ὁ ζῶν πεφωτισμένος γένηται· οὐκ ἦν δὲ ἀκόλουθον πεφωτίσθαι τὸν μηδέπω ζῆν νενοημένον καὶ ἐπιγίνεσθαι τῷ πεφωτίσθαι τὸ ζῆν.
τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ’ αἵ γε ἐπίνοιαι καθ᾿ ἕτερον καὶ ἕτερον λαμβάνονται. τοῦτο δὴ τὸ φῶς τῶν ἀνθρώπων« καὶ »φῶς ἐθνῶν‘ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ λέγεται κατὰ τὸ »Ἰδὸυ τέθεικά σε εἰς δια- »θήκην γένους, εἰς φῶς ἐνθνῶν«· καὶ τούτῳ τῷ φωτὶ πεποιθὼς ὁ 77R Δαβίδ φησιν ἐν εἰκοστῷ ἕκτῳ ψαλμῷ· »Κύριος φωτισμός μου καὶ 71H σωτήρ μου, τίνα 142v φοβηθήσομαι;«
λαμβάνει; »Ὃ γέγονε, γάρ φησιν, ἐν αὐτῷ« δηλονότι τῷ προειρημένῳ λόγῳ) »ζωὴ ἦν«. λεγέτωσαν οὖν ἡμῖν, πῶς ἡ σύζυγος τοῦ λόγου ζωὴ γέγονεν ἐν τῷ λόγῳ, καὶ πῶς μᾶλλον τοῦ λόγου ἡ ζωὴ φῶς ἐστι τῶν ἀνθρώπων.
ἡμᾶς, καὶ αὐτοὺς θλιβομένους, ἐὰν μὴ εὕρωμεν αἰτίαν, δι’ ἣν οὐχὶ »λόγος« εἴρηται τὸ φῶς τῶν ἀνθρώπων«, ἀλλ’ ἡ γενομένη ἐν τῷ λόγῳ »ζωή«. πρὸς οὓς τοιαῦτα ἀποκρινούμεθα, ὅτι »ζωὴ« ἐνταῦθα οὐχ ἡ κοινὴ λογικῶν καὶ ἀλόγων λέγεται, ἀλλ’ ἡ ἐπιγινομένη τῷ ἐν ἡμῖν συμπληρουμένῳ λόγῳ, τῆς μετοχῆς ἀπὸ τοῦ πρώτου λαμβανομένης
λόγου· καὶ κατὰ μὲν τὸ ἀποστραφῆναι τὴν δοκοῦσαν ζωήν, οὐκ οὐσαν δὲ ἀληθῶς, καὶ ποθεῖν χωρῆσαι τὴν ἀληθῶς ζωὴν πρῶτον κοινωνοῦμεν αὐτῇ, ἥτις γενομένη έν ἡμῖν καὶ φωτὸς γνώσεως ὑπόστασις γίνεται.
παρ ἑτέροις δὲ καὶ ἐνεργείᾳ γινομένη φῶς· φῶς· δὲ ὅτι παρ οἷς κατορθοῦται τὸ ὑπὸ τοῦ Παύλου προστεταγμένον »Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα«· μείζονα δὲ τῶν χαρισμάτων τὸ καὶ πάντων προτεταγμένον, ὅπερ ἐστὶ »λόγος σοφίας«, καὶ ὃ ἕπεται »λόγος γνώσεως«. περὶ δὲ τῆς διαφορᾶς αὐτῶν, παρακειμένων
ἀλλήλοις τῶν σημαινομένων »σοφίας« καὶ »γνώσεως«, οὐ τοῦ παρόντος ἐστὶν εἰπεῖν καιροῦ.
φωτός) οἶμαι δ᾿ ὅτι καὶ τοῦ ἐναντίου, καλουμένου »σκοτίας«. † ἂν δὲ οὕτως δοκιμασθείσης, — »τῶν ἀνθρώπων« φημί, — ὅτι τάχα 78R γενικόν ἐστι τὸ φῶς τῶν ἀνθρώπων« δύο ἰδικῶν πραγμάτων, ὁμο(??)ιως δὲ καὶ ἡ σκοτία αὐτῶν. ἔστι γὰρ τὸν τὸ φῶς τῶν ἀνθρώπων κεκτη- 59 60 μένον καὶ κοινωνοῦντα τῶν αὐγῶν αὐτοῦ »ἔργα φωτὸς« ἐπιτελεῖν καὶ γινώσκειν φωτιζόμενον φῶς γνώσεως· τὸ δὲ ἀνάλογον καὶ ἐκ τῶν ἐναντίων νοητέον, τῶν τε μοχθηρῶν πράξεως καὶ τῆς νομιζομένης 72Η γνώσεως, οὐκ οὔσης κατὰ ἀλήθειαν, τὸν λόγον τῆς σκοτίας ἐχόντων.
γὰρ ὁ Ἡσαΐας· Διότι φῶς 143r τὰ προστάγματά σου ἐπὶ τῆς γῆς« καὶ ὁ Δαβὶδ έν ιη ψαλμῷ· »Ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα »ὀφθαλμούς«. ὅτι δὲ φῶς παρὰ τὰ προστάγματα καὶ τὰς ἐντολὰς ἐστί τι γνώσεως, παρά τινι τῶν δώδεκα εὕρομεν· »Σπείρατε ἑαυτοῖς »εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς
»γνώσεως«.
ἔργων παραλαμβάνεται, διδάσκει ὁ αὐτὸς ἐν τῇ ἐπιστολῇ Ἰωάννης φάσκων, ὅτι »Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ, καὶ ἐν »τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν« καὶ πάλιν· »Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὑτοῦ μι- »σῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι« καὶ ἔτι· »Ὁ δὲ μισῶν τὸν ἀδελ-
»φὸν αὐτοῦ ἐν τῇ σκοτία ἐστὶ κοὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ »οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ«.
ἐν σκότῳ διαπορεύεται, φησὶν ὁ δαβίδ· »Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, »ἐν σκότει διαπορεύονται«.
δόγματα ψευδῆ πολλαί εἰσι σκοτίαι, ὡν οὐδεμία ἐν τῷ θεῷ ἐστιν· οὐκ ἂν λεχθέντος ἐπὶ τοῦ ἁγίου, ᾣ φησιν ὁ σωτὴρ τὸ »Ὑμεῖς ἐστε »τὸ φῶς τοῦ κόσμου«, ὅτι »σῶς« ἐστιν τοῦ κόσμου] ὁ ἅγιος, »καὶ »σκοτία οὐκ ἔστιν έν αὐτῷ οὐδεμία«.
αὐτῷ οὐδεμία«. ἀπὸ μέρους μὲν οὐν ἐν τοῖς ἀνωτέρων τὴν διαφορὰν 73Η παρεστήσαμεν· τολμηρότερον δὲ ἔτι ἐκείνοις καὶ νῦν προσθήσομεν, ὅτι εἰ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε«, τὸν χριστόν, εἰ ἐποίησεν αὐτὸν ὑπὲρ ἡμῶν ἁμαρτίαν ὁ θεός], οὐκ ἄν δύναιτο λέγεσθαι περὶ αὐτοῦ· Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία«.
κἂν γὰρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας« κατακρίνας τυγχάνῃ ὁ Ἰησοῦς τὴν ἁμαρτίαν τῷ τὸ ὁμοίωμα τῆς σαρκὸς τῆς ἁμαρτίας ἀνειληφέναι, οὐκέτι ἕξει πάντη ὑγιῶς > λεγόμενα περὶ αὐτοῦ ὅτι Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία«.
»ἀφᾐρηκα τὰς ἁμαρτίας σου«.
εἰς τὸν χριστὸν τοῦ θεοῦ· ᾧ γὰρ λόγῳ ὁ πατὴρ μόνος ἔχει ἀθανα- »σίαν«, τοῦ κυρίου διὰ φιλανθρωπίαν θάνατον τὸν ὑπὲρ ἡμῶν ἀνειληφότος, τούτῳ ὁ πατὴρ ἔχει μόνος τὸ »Σκοτία ἐν αὐτῷ οὐκ »ἔστιν οὐδεμία«, τοῦ χριστοῦ διὰ τὴν πρὸς ἀνθρώπους εὐεργεσίαν ἐφ’ αὑτὸν τὰς ἡμῶν σκοτίας ἀναδεδεγμένου, ἵνα τῇ δυνάμει αὐτοῦ καταργήσῃ
ἡμῶν τὸν θάνατον καὶ ἐξαφανίσῃ τὸ ἐν τῇ ψυχῇ ἡμῶν σκότος, ἵνα πληρωθῇ τὸ παρὰ τώ Ἡσαΐᾳ· »Ὁ λαὸς ὁ καθήμενος ἐν 63 64 σκοτίᾳ φῶς εἶδε μέγα«.
φωτὸς χρηματίσαι υἱούς. καὶ φαῖνον ἐν τῇ σκοτίᾳ τοῦτο τὸ φῶς διώκεται μὲν ὑπ᾿ αὐτῆς, οὐ καταλαμβάνεται δέ.
φῶς, μάτην λέγεται. ὡς δὲ ἔχουσι νοῦν ἐκδέξασθαι δυνάμενον ἀκολούθως τοῖς γεγραμμένοις τὰ νομιζόμενα παραλελεῖφθαι ἔγραψεν ὁ 74H Ἰωάννης τὸ »Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν«· εἰ γὰρ »οὐ κατέλαβε«, διώξασα »οὐ κατέλαβε«.
τὰ ἴδια τέκνα, τῆς σκοτίας ἐνεργούσης κατὰ τῶν υἱῶν τοῦ φωτὸς καὶ βουληθείσης ἀποδιῶξαι ἀπὸ τῶν ἀνθρώπων τὸ φῶς. ἀλλ᾿ ἐπεί, ἐὰν »θεὸς ὑπὲρ ἡμῶν«, οὐδείς, κἂν βούληται, δυνήσεται »καθ᾿ ἡμῶν«, ὅσῳ ἑαυτοὶς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο καὶ κατίσχυον σφόδρα σφόδρα.
ἢ σφόδρα αὐτοῦ ἀπολειπομένη καὶ διὰ τὴν ἰδίαν βραδυτῆτα τῇ ὀξύτητι τοῦ δρόμου τοῦ φωτὸς οὐδὲ κατὰ τὸ ποσὸν παρακολουθῆσαι δυναμένη, ἢ εἴ Που ἐνεδρεῦσαι βεβούληται τὸ φῶς τὴν σκοτίαν καὶ κατ’ οἰκονομίαν παρέμεινεν ἐπερχομένην αὐτήν, ἐγγίσασα ἡ σκοτία τοῦ φωτὸς 144r ἠφανίζετο. πλὴν ἑκατέρως ἡ σκοτία οὐ κατέλαβε τὸ φῶς.
δόγματα παραδεξάμενοι ἀπέστησαν αὐτοῦ, ἀναπλάσμασιν μύθων ἑαυτοὺς ἐπιδεδωκότες. πῶς οὖν καὶ πότε καὶ ἐπὶ τοῦ κρείττονος τὸ ὄνομα τοῦ 65 66 σκότους παραλαμβάνεται, παραδεικτέον ἤδη.
τὸ πλῆθος τῶν περὶ θεοῦ θεωρημάτων καὶ γνώσεως ἄληπτον τυγχάνον ἀνθρωπίνῃ φύσει, τάχα δὲ καὶ ἑτέροις παρὰ Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα γενητοῖς, εἴσεται πῶς περὶ τὸν θεόν ἐστι σκότος, κατὰ τὸ ἀγνοεῖσθαι τὸν κατ’ ἀξίαν περὶ αὐτοῦ πλούσιον λόγον· ἐν ᾡ 81R σκότῳ »ἔθετο αὐτοῦ τὴν ἀποκρυφήν‘ τῷ τὰ περὶ αὐτοῦ ἀγνοεῖσθαι
ἀχώρητα ὄντα τοῦτο πεποιηκώς.
εἶναι ἐν φωτί, ἀπαγγέλλειν παντὶ τῷ γινομένῳ φωτί. παραδοξότερον δ’ ἂν ἐπὶ τοῦ ἐπαινουμένου σκότους εἴποιμι, ὅτι τοῦτο σπεύδει ἐπὶ τὸ φῶς καὶ καταλαμβάνει αὐτὸ καὶ γίνεταί ποτε, διὰ τὸ ἀγνοεῖσθαι σκότος, τῷ μὴ ὁρῶντι τὴν δύναμιν αὐτοῦ οὕτω μεταβάλλον, ὥστε τὸν μεμαθηκότα ἀποφαίνεσθαι γεγονέναι φῶς τὸ
γνωσθέν ποτε ὑπάρχον αὐτῷ σκότος.
ἀπεστάλη καὶ ποῦ. σαφοῦς δ᾿ ὄντος τοῦ »ποῦ«, κατὰ μὲν τὴν ἱστορίαν ὅτι πρὸς τὸν Ἰσραὴλ καὶ τοὺς βουλομένους αὐτοῦ ἀκούειν έν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβοντος καὶ παρὰ τῷ Ἰορδάνηῃ ποταμῷ βαπτίζοντος, κατὰ δὲ βαθύτερον λόγον, ὅτι εἰς τὸν κόσμον »κόσμου« λαμβανομένου τοῦ περιγείου τόπου, ἔνθα εἰσὶν οἱ ἄνθρωποι), ἐξετάσει, 67 68 πῶς δεῖ λαμβάνειν τὸ »πόθεν«. ἐπὶ πλεῖον δὲ βασανίζων τὴν λέξιν, τάχα καὶ ἀποφαίνεται, ὅτι ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ γέγραπται·
τὸν ἐπὶ γῆς τοῦτον τόπον, καὶ ἀπεστάλη, ἕνα μαρτυρήσῃ περὶ τοῦ »φωτός«.
ὑπονοίᾳ. ὅτι ὥσπερ ὁ Ἡσαΐας ἀπεστάλη, οὐχὶ ἀφ’ ἑτέρου τόπου παρὰ τὸν κόσμον τοῦτον, ἀλλὰ μετὰ τὸ ἑωρακέναι »τὸν κύριον »καθήμενον ἐπὶ θρόνου ὑφηλοῦ καὶ ἐπῃρμένου« πρὸς τὸν λαόν, ἴνα εἴπῃ· »Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε« καὶ τὰ ἑξῆς, οὕτω καὶ ὁ Ιωάννης σιωπωμένης τῆς ἀρχῆς τῆς ἀποστολῆς ἀναλογίαν ἐχούσης
πρὸς τὴν ἀποστολὴν τοῦ Ἡσαΐου, ἀποστέλλεται βαπτίζειν καὶ ἑτοιμάζειν »κυρίῳ λαὸν κατεσκευασμένον‘ καὶ μαρτυρεῖν »περὶ τοῦ φω- »τός«.
»ἠλθεν εἰς μαρτυρίαν, ἕνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘· εἰ γὰρ ἦλθε, ποθὲν ἠλθε. καὶ λεκτέον πρὸς τὸν δυσπαραδεκτοῦντα τὸ ἐν τοῖς ἑξῆς ὑπὸ Ἰωάννου λεγόμενον ἐπὶ τοῦ ἑωρακέναι τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν κατερχόμενον ἐπὶ τὸν σωτῆρα φησὶ γάρ· »Ὁ πέμψας με βαπτίζειν ἐν τῷ ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ
»πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν »πνεύματι ἁγίῳ καὶ πότε πότε γὰρ πέμψας τοῦτ’ ἐνετείλατο; ἀλλ’ εἰκὸς ἀποκρίνεσθαι πρὸς τὸ πύσμα τοῦτο ὅτι, ὅτε δήποτε ἔπεμπεν ἐπὶ τὸ ἄρξασθαι βαπτίζειν, τότε τοῦτον τὸν λόγον εἶπεν ὁ χρηματίζων πρὸς αὐθτόν.
»Ἰδοὺ ὡς ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ εἰς τὰ ὦτά μου, ἐσκίρ- τησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ
τοῦ φωτὸς μαρτυρίας. πρὸς τούτοις δὲ οὐ καταφρονητέον καὶ τοῦ »Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων 145r ἔρχεσθαι«.
λεγόμενον. ὁ γοῦν πάντων κάκιστος, »ὁ ἄνθρωπος τῆς ἁμαρ- »τίας ὁ υἱὸς τῆς απωλείας«, λέγεται παρὰ τῷ Παύλῳ πέμπεσθαι ὑπὸ τοῦ θεοῦ· »Διὰ τοῦτο, γάρ φησι, πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν »πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ »μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾿ εὐδοκήσαντες τῇ ἀδικίᾳ«.
ζητηθὲν ὅρα εἰ οὕτως λῦσαι δυνησόμεθα, ὅτι ὥσπερ ἁπλούστερον πᾶς ἄνθρωπος τῷ ὑπὸ θεοῦ ἐκτίσθαι ἄνθρωπός ἐστι θεοῦ, ἀλλ’ οὐ Η χρηματίζει πᾶς ἄνθρωπος > θεοῦ«, ἢ μόνος ὁ θεῷ ἀνακείμενος ὃν τρόπον Ἠλίας καὶ οἱ ἐν ταῖς γραφαῖς ἀναγεγραμμένοι ἄνθρωποι θεοῦ«), οὕτως δύναται κατὰ μὲν τὸ κοινότερον πᾶς ἄνθρωπος
ἀπεστάλθαι ἀπὸ θεοῦ, κυρίως δὲ λέγεσθαι ἀπεστάλθαι ὑπὸ θεοῦ οὐκ ἄλλος ἢ ὁ ἐπὶ διακονίᾳ θείᾳ καὶ λειτουργίᾳ σωτηρίας γένους ἀνθρώπων ἐπιδημῶν τῷ βίῳ.
»ἐὰν ἐξαποστείλω σε πορεύσῆ«, ἐπὶ δὲ τοῦ Ἰεζεκιήλ· »Ἰδοὺ ἐγὼ ἀπο- »στέλλω σε πρὸς ἔθνη τὰ ἀφεστηκότα καὶ ἀποστήσαντά μοι«.
μήποτε εἷς τῶν ἁγίων ἀγγέλων τυγχάνων ἐπὶ λειτουργίᾳ κατααπέμπεται τοῦ σωτῆρος ἡμῶν πρόδρομος.
χρηστότητι. τίνα δ’ οὐκ ἂν κινήσαι σκιρτῶν ἐν ἀγαλλιάσει ἔτι ἐν τῇ κοιλίᾳ τυγχάνων, ὡς τὴν κοινὴν τῶν ἀνθρώπων ὑπερπαίων φύσιν;
»ὁ κληθεὶς ὑπὸ ἀνθρώπων Ἰακώβ. τὸ δὲ ὄνομά μου Ἰσραήλ, ὁ κλη- »θεὶς ὑπὸ θεοῦ Ἰσραήλ, ἀνὴρ ὁρῶν θεόν, ὅτι ἐγὼ πρωτόγονος παντὸς 78Η »ζῴου ζωουμένου ὑπὸ θεοῦ«.
»καὶ ὅτι ἐκλήθην ὀνόματι Ἰακώβ· ἐξήλωσε καὶ ἐμαχέσατό μοι. καὶ »ἐπάλαιε πρός με, λέγων προτερήσειν ἐπάνω τοῦ ὀνόματός μου τὸ »ὄνομα αὐτοῦ καὶ τοῦ πρὸ παντὸς ἀγγέλου. καὶ εἶπα αὐτῷ τὸ ὄνομα »αὐτοῦ καὶ πόσος ἐστὶν ἐν υἱοῖς θεοῦ· Οὐχὶ σὺ Οὐριὴλ ὄγδοος ἐμοῦ, »κἀγὼ Ἰσραὴλ ἀρχάγγελος δυνάμεως κυρίου καὶ ἀρχιχιλίαρχός εἰμι ἐν
73 74 υἱοῖς θεοῦ; οὐχὶ ἐγὼ Ἰσραὴλ ὁ ἐν προσώπω̣ θεοῦ λειτουργὸς πρῶτος, καὶ ἐπεκαλεσάμην ἐν ὀνόματι ἀσβέστῳ τὸν θεόν μου;«
γεγονέναι. ἐπίστησον δὲ εἰ τὸ διαβόητον περὶ Ἰακὼρ καὶ Ἠσαῦ καὶ Ἠσαῦ ζήτημα λύσιν ἔχει, ἐπεὶ »μήπω γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων » ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη ὅτι ‘Ο μείζων δουλεύσει τῷ ἐλάσσονι, »καθάπερ γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα( 85R » τί οὐν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο«. μήπω δὲ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵν᾿ ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη.]
τῷ ἐλάττονι καὶ μισουμένου, πρὶν ποιῆσαι τὰ ἄξια τοῦ δουλεύειν καὶ τὰ ἄξια τοῦ μισεῖσθαι; ἐπὶ πλεῖον δὲ παρεξέβημεν παραλαβόντες τὸν περὶ Ἰακὼρ λόγου, καὶ μαρτυράμενοι ἡμῖν οὐκ εὐ- καταφρόνητον γραφήν, ἴνα πιστικώτερος ὁ περὶ Ἰωάννου γένηται λόγος, κατασκευάζων αὐτόν, κατὰ τὴν τοῦ Ἡσαΐου φωνήν, ἄγγελον
ὄντα ἐν σώματι γεγονέναι ὑπὲρ τοῦ μαρτυρῆσαι τῷ φωτί. καὶ ταῦτα μὲν περὶ Ἰωάννου τοῦ ἀνθρώπου.
ἀπαγγέλλεθαι φωνῆς, ὡς ἐπὰν ἐν ἑαυτοῖς διεξοδεύωμεν, οὕτω τοῦ σωτῆρος κατά τινα ἐπίνοιαν ὅντος λόγου διαφέρει τούτου ὁ Ἰωάννης, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ χριστοῦ τυχγάνοντος λόγου φωνὴ ὤν.
ὁ χριστός, ὁμολογοῦντος χρείαν ἔχειν ὑπ’ αὐτοῦ βαπτισθῆναι· ἀνθρώ- ποις γὰρ ὑπὸ φωνῆς καθαίρεται λόγος, τῇ φύσει τοῦ λόγου καθαίροντος πᾶσαν τὴν σημαίνουσαν φωνήν. καὶ ἁπαξαπλῶς ὅτε Ἰωάννης τὸν χριστὸν δείκνυσιν, ἄνθρωπος θεὸν δείκνυσι καὶ σωτῆρα τὸν ἀσώματον, καὶ φωνὴ τὸν λόγον.
Ἐλισάβατ Ἰωάννην αὐτὸν ὀνομάζειν· ὁ δὲ Ζαχαρίας γράψας τὸ » Ἰωάν»νης ἔσται ὄνομα αὐτῷ « ἀπολύεται τῆς ἐπιπόνου σιωπῆς.
αὐτὰ εἰποῦσα ἑλληνικῷ, ὥσπερ ἀντὶ »Ἰακὼβ« »Ἰάκωβος«, καὶ ἀντὶ »Συμεὼν« Σίμων( »Ζαχαρίας« δὲ »μνήμη « εἶναι λέγεται, ἡ δὲ »Ἐλισάβετ« »θεοῦ μου ὅρκος« ἢ θεοῦ μου ἑβδομάς«.
κατὰ τὴν ἀνάπαυσιν αὐτοῦ ἐμποιοῦντος τοῖς συμμόρφοις τοῦ θανάτου 146v αὐτοῦ Ι γεγεημένοις καὶ διὰ τοῦτο καὶ τῆς ἀναστάσεως.
χριστόν, καὶ διὰ τὸ ἀναπλάσσειν ἕτερον θεὸν παρὰ τὸν δημιουργὸν 80Η ὡς ἀκόλουθον αὐτοῖς οὐ προσιέμενοι τὴν ἐπιδημίαν αὐτοῦ ὑπὸ τῶν προφητῶν προκατηγγέλθαι, ἀνατρέπειν πειρῶνται τὰς διὰ τῶν προ- φητῶν περὶ Χριστοῦ μαρτυρίας, φάσκοντες μὴ δεῖσθαι μαρτύρων τὸν θἱὸν τοῦ θεοῦ, ἔχοντα τὸ τοῦ πιστεύεσθαι ἄξιον ἔν τε οἷς κατήγγειλε
σωτηρίοις λόγους δυνάμεως πεπληρωμένοις καὶ ἐν τεραστίοις ἔργοις αὐτόθεν καταπλήξασθαι πάνθ' ὁντινοῦν δυναμένοις.
»ὡς ἀπὸ θεοῦ ἀποσταλείς, πῶς οὐχὶ μᾶλλον Μωϋσέως καὶ τῶν προφητῶν διαφέρων δύναται χωρὶς προφητῶν μαρτυ- ρούντων τὰ περὶ αὐτοῦ ἀνῦσαι ὅ βούλεται καὶ ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος«;
ὡς εἴποιεν ἂν ἐκεῖνοι, τῶν τὴν καινότητα τῆς θεότητος παραδέξασθαι τοὺς εἰς Χριστὸν πιστεύοντας οὐ βουλομένων, ἀλλὰ ἐπὶ τὸν αὐτὸν καταντῆσαι θεόν, ὅν καὶ πρὸ Ἰησοῦ Μωσῆς καὶ οἱ προφῆται ἐδίδαξαν.
διδασκαλίας, δυνάμεών τε θαυμασίων ποίησιν καὶ πάθος ἀνθρώπινον ὑπὸ ἀναστάσεως καταλυόμενον.
γὰρ τῶν τότε γενομένων δυνάμεων ἰσχύει πρὸς πειθὼ ἡ νῦν συνεξ- εταζομένη ταῖς δυνάμεσι προφητείαι κἀκείνας ἀπιστεῖσθαι ὑπὸ τῶν ἐρευνώντων αὐτὰς κωλύουσα.
μαρτυρεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καταχαριζόμενοι, ὡς ὁμολογήσαιεν ἂν πάντες περὶ τῶν ἰδώς ὀνομαζομένων μαρτύρων Χριστοῦ.
οὐ μόνον τοὺς μετὰ τὴν Χριστοῦ ἐπιδημίαν, ἃ δεῖ φρονεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλὰ καὶ τοὺς ἐν προτέραις ἐκείνων γενεαῖς;
τῶν προφητῶν χάριν τὴν μεγίστην ὁ βουλόμενος αὐτοὺς μὴ δεὶν μαρτυρεῖν περὶ Χριστοῦ· τί γὰρ ἂν καὶ ἡ προφητεία ἡ ἐξ ἐπιπνοίας ἁγίου πνεύματος εἶχε τηλικοῦτον , εἰ ὐπεξῂρητο αὐτῆς τὰ περὶ τῆς κυρίου ἡμῶν οἰκονομίας;
ἐπεὶ τετηρήκαμεν ὅτι ὁ θεὸς μάρτυς εἶναι ὁμολογεῖ, καὶ περὶ τοῦ χριστου το αυτο απφαινεται, παντας επι το μιμητας αυτου και του χριστοῦ γενέσθαι παρακαλῶν, κατὰ τὸ μαρτυρεῖν αὐτούς, οἶς χρὴ μαρτυρεῖν· φησὶ γάρ· »Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην».
ἀληθείᾳ, εἴτε λόγοις εἴτε ἔργοις εἴτε ὁπωσποτὲ ταύτῃ παριστάμενος μάρτυς‘ εὐλόγως ἂν χρηματίζοι. ἀλλ᾿ ἤδη κυρίως ὡς τὸ τῆς ἀδελφότητος ἔθος ἐκπλαγέντες διάθεσιν τῶν ἕως θανάτου ἀγωνισαμένων ὑπὲρ ἀληθείας ἢ ἀνδρείας, κυρίως μόνους μόνυς »μάρτυρας « ὠνό- μασαν τοὺς τῇ ἐκχύσει τοῦ ἑαυτῶν αἵματος μαρτυρήσαντας τῷ τῆς
θεοσεβείας μυστηρίῳ. τοῦ σωτῆρος πάντα τὸν μαρτυροῦντα τοῖς περὶ 82Η αὑτοῦ καταγγελλομένοις »μάρτυρα« ἀνομάζοντος.
Μωσέως προσάγει δῶρον, »εἰς μαρτύριον « τοῦτο ποιῶν τοῖς μὴ πι- στεύσασιν εἰς τὸν χριστόν, οὕτως εἰς μαρτύριον τοῖς ἀπίστοις οἱ μάρτυρες μαρτυροῦσι καὶ πάντες οἱ ὅγιοι, ῳν λάμπει τὰ ἔργα »ἔμ- 147v »προσθεν τῶν ἀνθρώπων«. πολιτεύονται Ι γὰρ παρρησιαζόμενοι έν τῷ σταυρῷ τοῦ χριστοῦ καὶ μαρτυροῦντες περὶ τοῦ ἀληθινοῦ φωτός.
Χριστοῦ ἐγένετο. θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς θεὸς »ὁ ὤν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο«.
»ἐξηγήσατο« καὶ αὕτη ἡ μαρτυρία ἐστὶν Ἰωάννου μετ’ ἐκείνην δευ- τέρα, ὅτε πρὸς τοὺς ἀποστείλαντας ἀξ Ἰεροσολύμων ἱερεῖς καὶ Λευί- τας, Ἰουδαίων αὐτοὺς ἀποστειλάντων, ὁμολογεῖ οὐκ ἀρνούμενος τὸ ἀληθές, ὡς ἄρα οὐκ αὐτὸς εἴη ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφή- της, ἀλλὰ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου,
καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης«.
»εἰμὶ ἄξιος ἐγὼ ἵωα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος«. καὶ ἐπίσκεψαι, εἰ διὰ τὸ έν μέσῳ τοῦ παντὸς εἶναι σώματος τὴν καρδίαν, ἐν δὲ τῇ καρδίᾳ τὸ ἡγεμονικόν , κατὰ τὸν ἐν ἑκάστῳ λόγον δύναται νοεῖσθαι τὸ »Μέσος ὑμῶν ἕστηκεν ὅν ὑμεῖς οὐκ αἴδατε«.
καὶ τὸ ἀνθρώπινον αὐτοῦ πάθος ὑπογράφουσα, ὅτε λέγει· »Ἴδε ὁ »ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὑτός ἐστιν »ὑπὲρ οὑ ἐγὼ εἶπον ὅτι ὀπίσω μου ἔρχεται ἀνὴρ ὅς ἔμπροσθέν μου 83H »γέγονεν, ὅτι πρῶτός μοι· ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανε- 90R »ρωθῇ τῷ Ἰαραήλ, διὰ τοῦτο ἠλθον ἐγὼ ἐν ὕδατι βαπτίζων«.
»μεμαρτύρηκα 148r κα ὅτι οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«.
85 86 δύο ἀκολουθοῦντας ἀποκρίνεται λέγων »Τί ζητεῖτε;«
διδάσκαλον καὶ ὁμολογοῦσα τὸ οἰκητήριον ποθεῖν θεάσασθαι τοῦ υἱοῦ τοῦ θεοῦ· φασὶ γὰρ αὐτῷ· »Ῥαββὶ (ὅ λέγεται μεθερμηνευόμενον » Διδάσκαλε«), ποῦ μένεις‘ »; καὶ ἐπεὶ »πᾶς ὁ ζητῶν εὑρίσκει«, ζητήσασι τὴν Ἰησοῦ μονὴν τοῖς Ἰωάννου μαθηταῖς ὑποδείκνυσι, λέγων αὐτοῖς. »Ἔρχφεσθε καὶ ὄψεσθε«, τάχα διὰ τοῦ μὲν »Ἔρχεσθε« ἐπὶ τὸ πρακτικὸν
κὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ »Ὄψυεθε« τὴν ἀκολουθοῦσαν τῇ κατορθωσιε τῶν πράξων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων, γινομένην ἐν τῇ τοῦ Ἰησοῦ μονῇ.
Μοῦ. ἐπεὶ δὲ ὁ δέκατος ἀριθμὸς τετήρηται ὡς ἅγιος, οὐκ ὀλίγων μυστηρίων ἐν τῇ δεκάδι ἀνγραφομένων γεγονέναι, νοητέον οὐ μάτην καὶ ἐν τῷ εὐαγγελίῳ τὴν δεκάτην ἀναγρίαφεσθαι ὥραν τῆς τῶν Ἰω- άννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς, ὡς Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ἦν ὅτις ὅστις ὠφεληθεὶς ἐν τῷ παραμεμενηκέναι τῷ
Ἰησοῦ, εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα τάχα (τάχα πρότερον οὐχ εὕρητο) φησὶν εὑρηκέναι τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός.
ἐπισκοπῆσαι καὶ φωτίσαι αὐτοῦ τὸ ἡγεμονικόν· καὶ δεδύνηται διὰ τὸ ἐμβεβλεφέναι αὐτῶ τὸν Ἰησοῦν ὁ Σίμων βεβαιωθῆναι, ὥστε τοῦ ἔργου τῆς βεβαιότητος καὶ τῆς στερρότητος ἐπώνυμος γενέσθαι καὶ κληθῆναι » Πέτρος‘.
ἐν τῇ ἀγαλλιάσει σκίρτησις τοῦ βαπτιστοῦ ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ ἐπὶ τῷ ἀσπασμῷ τῆς Μαρίας μαρτυρία περὶ Χριστοῦ ἠν, μαρτυροῦν- τος τῇ θειότητι τῆς συλλήψεως καὶ γενέσεως αὐτοῦ. καὶ τί γὰρ ἢ πανταχοῦ μάρτυς καὶ πρόδρομος τοῦ Ἰησοῦ ἐστιν ὁ Ἰωάννης, προλαμβάνων τὴν γένεσιν αὐτοῦ καὶ πρὸ ὀλίγου τοῦ θανάτου ἀποθνήσκων
τοῦ υἱοῦ τοῦ θεοῦ, ἵνα μὴ μόνον τοῖς έν γενέσει ἀλλὰ καὶ τοῖς προσδοκῶσι τὴν διὰ Χριστοῦ ἀπὸ θανάτου ἐλευθερίαν πρὸ τοῦ χριστοῦ ἐπιδημῶν, πανταχοῦ ἑτοιμάσῃ κυρίῳ λαὸν κατεσκευασμένον; φθάνει δὲ καὶ ἐπὶ τὴν δευτέραν Χριστοῦ παρουσίαν καὶ θειοτέραν ἡ Ἰωάννου μαρτυρία· »Εἰ γὰρ θέλετε, φησί, δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων
»ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω«.
Ἰωάννης, ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘.
ὑπ' αὐτῆς, οἱ έν ἐν σκότῳ τυγχάνοντες δέονται φωτός, 85Η τοῦτ' ἔστιν οἱ ἀνθρωποι.
θανάτου περικείμενοι, ὡν ἡ ζωὴ »κέδρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ«; ὅταν γὰρ ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ, οὐχ
89 90 λόγου, λόγον ἡμῶν νοούντων τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ θεὸν λόγου· ἐπὶ γῆς γὰρ »ὁ λόγος σὰρξ ἐγένετο«. καὶ ἦν ἂν μαρτυρίαι εἰ καὶ 149r ἐδόκει περὶ περὶ τοῦ λόγου κυρίως ἂν λεχθησομένη ἡ περὶ λόγου γενομένου σαρκός, οὐχὶ δὲ λόγου θεοῦ· διόπερ οὐκ ἦλθεν, ἴνα
μαρτυρήσῃ περὶ τοῦ λόγου.
τοῦ χριστὸν φανερωθήσεσθαι, τὴν ζωὴν ἡμῶν, καὶ τότε μαρτυρήσειν περὶ τοῦ λόγου, παραστήσειν τε τὸ περὶ τῆς σοφίας μαρτύριον. βα- σάνου δὲ δεῖται, εἰ ἐνεστιν οἷον ἡ Ἰωάννου μαρτυρία πρόδρομος ἑκάστῃ τῶν τοῦ χριστοῦ ἐπινοιῶν. ταῦτα μὲν εἰς τὸ »Οὑτος ἠλθεν »εἰς μαρτυρίαν, ἴνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘. ἐξῆς δὲ ἐπισκεπτέον,
τί δεῖ νοεῖν εἰς τὸ »Ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ«.
Commentarii In Evangelium Joannis. Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.