ἐπιμελούμενον θεὸν ἀντειπεῖν λέγοντα »εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστά μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ«. ὅτι γὰρ σύνεστιν ἡμῖν τοῖς αὐτοῦ λειτουργοῖς ἴσμεν ἀπὸ τῆς αὐτοῦ ῥήσεως, »ἰδοὺ» γάρ »ἔσομαι μεθ’ ὑμῶν« ἔφη
»πάσας τἀς ἡμέρας« τῆς ζωῆς ὑμῶν »ἓως τῆς συντελείας τοῦ αἰῶνος«. εἶτα ἀκολούθως πάντως που καὶ τὰ ἑπόμενα τοῖς προάγουσιν ἐπήγαγεν ἂν ῥητά »ἐλθέτω θάνατος ἐπ’ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς καρδίαις αὐτῶν«. τοὺς γὰρ ἐν ἀγνοίᾳ τῆς ἀσεβείας ὄντας νεκροὺς ὑπὸ τοῦ ᾅδου καταπίνεσθαί φησιν ἡ γραφή· νεκροὶ γάρ, καὶ ζῆν δοκοῦντες, ἐτύγχανον <ὄν>τες.
Fragmenta. Marcellus of Ankara. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.