ὑπὸ τοῦ μὴ δύνασθαί πω πατέρες εἶναι. εἰ γὰρ ἀεὶ τέλειος ὁ θεὸς, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι πατέρα τοιούτου υἱοῦ, <τί> ἀναβάλλεται καὶ τοῦ καλοῦ στερίσκει καἰ, ὡς ἐστιν εἰπεῖν, ἐξ οὑ δύναται πατὴρ εἶναι, οὐ #x003C;; τὸ αύτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου πνεύματος λεκτέον.
πῶς οὖν ᾿Ωριγένους καὶ τοῦτο γράψαντος, ὁ μακάριος κατ’ αὐτὸν Παυλῖνος τοῦτο μὲν ἀποκρύψασθαι οὐκ ἀκίνδυνον ἐνόμισεν, χρήσασθαι δὲ εἰς κατασκευὴν τῶν ἑαυτῷ δοκούντων τοῖς ἐναντίοις, ὧν οὐδὲ αὐτὸν ἂν Ὠριγένη εἴποιμι τὸν λόγοι ἀποδοῦναι δυνατὸν εἶναι;
Fragmenta. Marcellus of Ankara. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.