ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δ’ οὐκέτι ὑγιῶς οὐδ’ εὐσεβῶς αὐτῷ παρείληπται. τὸ γὰρ μὴ λόγον εἶναι φῆσαι τὸν ἐς αὐτοῦ προελθόντα καὶ τοῦτον εἰναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ’ ἁπλῶς υἱὸν μόνον, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἰωθεν.
Fragmenta. Marcellus of Ankara. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.