γὰρ οὗτος ἄλλος μὲν γὰρ ἐστιν ὁ πατήρ, ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως. ἀμφότερα συνάψας γέγραφεν μονογενῆ καὶ πρωτότοκον, πολλῆς ἐναντιότητος ἐν τοῖς ὀνόμασιν οὔσης τούτοις, ὃς ἔστιν ῥᾴδιον καὶ τοῖς σφόδρα δυσμαθέσιν γνῶναι δῆλον γὰρ ὅτι ὁ μονογενής, εἰ ὄντως μονογενὴς εἴη, οὐκέτι πρωτότοκος εἶναι δύναται, καὶ ὁ πρωτότοκος
ᾗ 〈πρωτότοκος〉 οὐ δύναται μονογενὴς εἶναι.
Fragmenta. Marcellus of Ankara. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.