Ἃ δὲ ἐπιζητεῖς τῶν Διονυσίου ἦλθε μὲν εἰς ἡμᾶς, καὶ πάνυ πολλά· οὐ πάρεστί γε μὴν τὰ βιβλία, διόπερ οὐκ ἀπεστείλαμεν. ἔχομεν δὲ γνώμης οὕτως. οὐ πάντα θαυμάζομεν τοῦ ἀνδρός· ἔστι δὲ ἃ καὶ παντελῶς διαγράφομεν. σχεδὸν γὰρ ταυτησὶ τῆς νῦν περιθρυλλουμένης
3
ἀσεβείας, τῆς κατὰ τὸ Ἀνόμοιον λέγω, οὗτός ἐστιν, ὅσα γε ἡμεῖς ἴσμεν, ὁ πρῶτος ἀνθρώποις
4
τὰ σπέρματα παρασχών. αἴτιον δέ, οἶμαι, οὐ πονηρία γνώμης, ἀλλὰ τὸ σφόδρα βούλεσθαι ἀντιτείνειν τῷ Σαβελλίῳ. εἴωθα γοῦν ἀπεικάζειν
5
ἐγὼ φυτοκόμῳ, νεαροῦ φυτοῦ διαστροφὴν ἀπευθύνοντι, εἶτα τῇ ἀμετρίᾳ τῆς ἀνθολκῆς διαμαρτόντι τοῦ μέσου καὶ πρὸς τὸ ἐναντίον ἀπαγαγόντι τὸ βλάστημα. τοιοῦτόν τι καὶ περὶ τὸν ἄνδρα τοῦτον ὅτι
6
γεγενημένον εὕρομεν. ἀντιβαίνων γὰρ σφοδρῶς τῇ ἀσεβείᾳ τοῦ Λίβυος, ἔλαθεν ἑαυτὸν εἰς τὸ ἐναντίον κακὸν ὑπὸ τῆς ἄγαν φιλοτιμίας
7
ὑπενεχθείς. ᾧ γε τοσοῦτον ἐξαρκοῦν δεῖξαι, ὅτι οὐ ταὐτὸν τῷ ὑποκειμένῳ Πατὴρ καὶ Υἱός, καὶ ταύτῃ
8
ἔχειν κατὰ τοῦ βλασφημοῦντος τὰ νικητήρια, ὁ δέ, ἵνα πάνυ ἐναργῶς καὶ ἐκ τοῦ περιόντος κατακρατῇ, οὐχ ἑτερότητα μόνον τῶν ὑποστάσεων τίθεται, ἀλλὰ
καὶ οὐσίας διαφορὰν καὶ δυνάμεως ὕφεσιν καὶ δόξης παραλλαγήν. ὥστε ἐκ τούτου συνέβη, κακοῦ
9
μὲν αὐτὸν κακὸν διαμεῖψαι, τῆς δὲ ὀρθότητος τοῦ λόγου διαμαρτεῖν. ταύτῃ τοι καὶ παντοδαπός ἐστιν ἐν τοῖς συγγράμμασιν,
10
νῦν μὲν ἀναιρῶν τὸ ὁμοούσιον, διὰ τὸν ἐπʼ ἀθετήσει τῶν ὑποστάσεων κακῶς αὐτῷ κεχρημένον, νῦν δὲ προσιέμενος ἐν οἷς ἀπολογεῖται πρὸς τὸν ὁμώνυμον. πρὸς δὲ τούτοις καὶ περὶ τοῦ Πνεύματος ἀφῆκε φωνὰς ἥκιστα πρεπούσας
11
τῷ Πνεύματι, τῆς προσκυνουμένης αὐτὸ θεότητος ἐξορίζων καὶ κάτω που τῇ κτιστῇ καὶ λειτουργῷ φύσει συναριθμῶν. ὁ μὲν οὖν
12
ἀνὴρ τοιοῦτος.