Καίτοι ἔγωγε καὶ αὐτοῦ τούτου ἕνεκεν ἐδεόμην σοι συνελθεῖν καὶ δοῦναι γνώμην· μᾶλλον δὲ παρακαλέσαι ἐνθυμηθῆναί τι νεανικὸν καὶ πρέπον τῷ σεαυτοῦ φρονήματι, καὶ εἰς γόνυ κλιθεῖσαν τὴν πατρίδα ἡμῶν μὴ περιιδεῖν, ἀλλὰ καταλαβόντα τὸ στρατόπεδον εἰπεῖν μετὰ παρρησίας τῆς σῆς μήτοι νομίζειν αὐτοὺς δύο κεκτῆσθαι ἀντὶ μιᾶς ἐπαρχίας. οὐ γὰρ ἐξ ἄλλης τινὸς οἰκουμένης ἐπεισήγαγον τὴν ἑτέραν,
7
ἀλλὰ παραπλήσιόν τι πεποιήκασιν, ὥσπερ ἂν εἴ τις ἵππον ἢ βοῦν κεκτημένος, εἶτα διχῆ διελὼν δύο νομίζοι ἔχειν ἑνὸς ἄντι·
8
οὔτε γὰρ δύο ἐποίησε, καὶ τὸν ἕνα διέφθειρεν· εἰπεῖν δὲ καὶ τοῖς παραδυναστεύουσι, μὴ τοῦτον αὔξειν τὸν τρόπον τὴν βασιλείαν, οὐ γὰρ ἐν ἀριθμῷ εἶναι τὴν δύναμιν, ἀλλʼ ἐν τοῖς πράγμασιν· ἐπεὶνῦν γε ἡγούμεθα τοὺς μὲν ἀγνοίᾳ τῆς ἀληθείας ἴσως, τοὺς δὲ τῷ μὴ βούλεσθαι
λυπεῖν τοῖς ῥήμασι, τοὺς
9
δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾷν τὰ γινόμενα. εἰ μὲν οὖν ἦν
10
δυνατὸν αὐτὸν ἐλθεῖν πρὸς βασιλέα, τοῦτο κράτιστον μὲν τοῖς πράγμασι, πρέπον δέ σου τῇ καλῇ
11
τοῦ βίου προαιρέσει. εἰ δὲ βαρὺ ἄλλως καὶ διὰ τὴν ὥραν τοῦ ἔτους καὶ διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἔφης, σύντροφον ἔχουσαν ἐν ἑαυτῇ τὸν ὄκνον, ἀλλὰ τό γε
12
ἐπιστεῖλαι πόνος οὐδείς. ὥστε, τὴν ἀπὸ τῶν γραμμάτων βοήθειαν χαριζόμενος
13
τῇ πατρίδι, πρῶτον μὲν σαυτῷ συνειδήσεις μηδὲν τῶν εἰς δύναμιν ἡκόντων ἐλλελοιπότι, ἔπειτα μέντοι καὶ τοῖς κάμνουσιν, αὐτῷ τῷ φαίνεσθαι συναλγῶν, ἀρκοῦσαν δώσεις παραμυθίαν. ἀλλʼ εἴθε γὰρ ἦν
14
οἷόν τε, αὐτὸν ἐπιστάντα τοῖς πράγμασιν, ὄψει λαβεῖν αὐτὰ τὰ σκυθρωπά. οὕτω γὰρ ἂν ἴσως, ἀπʼ αὐτῆς τῆς ἐναργείας
15
τῶν ὁρωμένων συγκινηθείς, ἀφῆκάς τινα φωνὴν πρέπουσαν καὶ τῇ σῇ μεγαλονοίᾳ καὶ τῇ κατηφείᾳ τῆς πόλεως. σὺ δὲ ἀλλʼ ἡμῖν διηγουμένοις μὴ ἀπιστήσῃς. ἢ ὅτι Σιμωνίδου ὄντως ἤ τινος τοιούτου μελοποιοῦ ἐδεόμεθα, ἐναργῶς εἰδότος ἐπιστενάζειν τοῖς πάθεσι; καίτοι τί λέγω Σιμωνίδην; δέον Αἰσχύλον εἰπεῖν, ἢ εἰ δή τις ἕτερος, παραπλησίως ἐκείνῳ συμφορᾶς μέγεθος ἐναργῶς διαθέμενος, μεγαλοφώνως ὠδύρατο.