Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός;
6
ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο, ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ
7
οὐκ ἐπιστάμεθα. περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν ᾧ κατοικεῖς καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα. ἀνάβλεψον πρὸς
8
τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ
9
οὗτος
10
διαμενεῖ. οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτά,
11
πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. μὴ καθʼ ἑαυτὸ μέτρει τὸ πάθος, ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. ἐπὶ πᾶσι δὲ ἐκεῖνο
εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε
12
παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν τῷ πάθει ἑαυτὴν καταναλίσκουσα.
13
ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παράκλησιν, ἀλλʼ εὐχῆς ἡγοῦμαι χρείαν εἶναι πρὸς τὰ πρὸς τὰ παρόντα. εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνάμει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵνʼ οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.