Πῶς ἄν σοι διὰ γραμμάτων
2
μαχεσθείην; πῶς δʼ ἂν ἀξίως σου καθαψαίμην τῆς περὶ πάντα χρηστότητος; τρίτον τίς, εἰπέ μοι, τοῖς αὐτοῖς περιπίπτει δικτύοις; τρίτον τίς τῇ αὐτῇ περιπίπτει πάγῃ; οὐδʼ ἂν τῶν ἀλόγων τι τοῦτο
3
ῥᾳδίως πάθοι. μίαν μοι συμπλάσας
4
ἐπιστολὴν ἐκόμισας, ὡς παρὰ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου
5
καὶ κοινοῦ θείου ἡμῶν, ἀπατῶν με οὐκ οἶδα ἀνθʼ ὅτου.
ἐδεξάμην ὡς παρʼ ἐπισκόπου
6
διὰ σοῦ κομισθεῖσαν. τί γὰρ οὐκ ἔμελλον; ἐπέδειξα
7
πολλοῖς τῶν φίλων ὑπὸ περιχαρείας, ηὐχαρίστησα τῷ Θεῷ. ἠλέγχθη τὸ πλάσμα, αὐτοῦ τοῦ ἐπισκόπου διὰ τῆς ἰδίας φωνῆς ἀρνησαμένου. κατῃσχύνθημεν ἐπʼ ἐκείνῃ· ηὐξάμεθα ἡμῖν διαστῆναι τὴν γῆν, ῥᾳδιουργίας καὶ ψεύδους καὶ ἀπάτης ὀνείδει περιβληθέντες. δευτέραν πάλιν ἀπέδωκάν μοι, ὡς διὰ τοῦ οἰκέτου σου Ἀστερίου παρʼ αὐτοῦ τοῦ ἐπισκόπου μοι ἀποσταλεῖσαν. οὐδὲ ἐκείνην
8
ἀληθῶς αὐτὸς ὁ ἐπίσκοπος διεπεμψατο, ὡς ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἄνθιμος ἡμῖν ἀπήγγειλε. τρίτην πάλιν Ἀδαμάντιος ἧκε πρὸς ἡμᾶς κομίζων. πῶς ἔδει με δέξασθαι τὰ
9
διὰ σοῦ καὶ τῶν σῶν πεμπόμενα;
10
ηὐξάμην ἂν λίθου καρδίαν ἔχειν, ὥστε μήτε τῶν παρελθόντων μεμνῆσθαι μήτε τῶν παρόντων αἰσθάνεσθαι, ὑπὲρ τοῦ πᾶσαν πληγὴν εἰς γῆν κεκυφὼς φέρειν
11
ὡς τὰ βοσκήματα. ἀλλὰ τί πάθω πρὸς τὸν ἐμαυτοῦ λογισμόν, μετὰ μίαν καὶ δευτέραν πεῖραν, οὐδὲν δυνάμενον ἀνεξετάστως προσίεσθαι;