Σωτηρίου πράγματος αἴτιος
2
γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείης
3
παρʼ ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς
4
παρεκάλεσας συμβουλεῦσαί σοι. τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. καὶ πάντως οὐκ ἐν προθέσει μόνον
5
τὸ τέλος ὑπάρχει, ἀλλʼ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων· Τίς βουλομενος
οἶκον
6
οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος
7
ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες, ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε,
8
καὶ οὐκ ἴσχυσεν
9
ἐκτελέσαι. ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ
10
κατορθώματι. καὶ γὰρ
11
ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς
12
μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις
13
ἀγαθοῖς, ἀλλʼ ὁσημέραι εἰς τὸ πρόσω
14
προκόπτειν, λέγει·
15
Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω
16
ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ
17
κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ.