Ὁ δὲ Υἱός, ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθʼ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν, κατὰ τὸ ἰδίαζον τῶν γνωρισμάτων, τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἢ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. ὁ δὲ ἐπὶ πάντων Θεός, ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως, τὸ Πατὴρ εἶναι, καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι, μόνος ἔχει· καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινώσκεται. τούτου ἕνεκεν ἐν
20
τῇ τῆς οὐσίας κοινότητι ἀσύμβατά φαμεν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ Τριάδι γνωρίσματα, δι’ ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων
προσώπων, ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου· ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξευρεθῆναι· κατὰ δὲ τὸ ἄπειρον, καὶ ἀκατάληπτον, καὶ τὸ ἀκτίστως εἶναι, καὶ μηδενὶ τόπῳ περιειλῆφθαι, καὶ πᾶσι τοῖς τοιούτοις, μηδεμίαν εἶναι παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει, ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι. καὶ δι’ ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων κατανοήσειε, διὰ τῶν αὐτῶν
21
προσελεύσεται, ἀπαραλλάκτως, ἐπὶ Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τῆς διανοίας κενεμβατούσης. διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον, οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης, ἥτις κεχηνέναι
22
ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα. ἀλλʼ ὁ τὸν Πατέρα νοήσας, αὐτόν τε ἐφʼ ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο· ὁ δὲ τοῦτον λαβὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα
23
οὐκ ἀπεμέρισεν, ἀλλʼ ἀκολούθως μέν, κατὰ τὴν τάξιν, συνημμένως δέ, κατὰ τὴν φύσιν,
τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμένην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο. καὶ ὁ τὸ Πνεῦμα μόνον εἰπὼν συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστὶ τὸ Πνεῦμα. καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστὶ τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησιν ὁ Παῦλος,
24
ὥσπερ ἐξ ἁλύσεως ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο, οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν ὁ προφήτης, δι’ αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα
25
συνεφειλκύσατο. καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τις λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν, πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον. οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ἐν τῷ Πατρὶ ὢν ἀποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματός ποτε διαζευχθήσεται τοῦ ἰδίου ὁ πάντα ἐν αὐτῷ
26
ἐνεργῶν. ὡσαύτως δὲ καὶ ὁ τὸν Πατέρα δεξάμενος καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει. οὐ γὰρ ἔστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατʼ οὐδένα τρόπον, ὡς ἢ
27
Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι, ἢ τὸ Πνεῦμα τοῦ Υἱοῦ διαζευχθῆναι· ἀλλά τις ἄῤῥητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ ἡ κοινωνία καὶ ἡ διάκρισις, οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδίαζον τῶν γνωρισμάτων ἀναχεούσης. μὴ θαυμάσῃς δὲ εἰ
τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμένον εἶναί φαμεν,
28
καί τινα ἐπινοοῦμεν, ὥσπερ ἐν αἰνίγματι, καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν.